Skip to the content.
Latin 301/303 Translation assignment 2
Book of John, chapter 1
-
Ἐν ἀρχῇ ἦν ὁ λόγος , καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν , καὶ θεὸς ἦν ὁ λόγος .
-
Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν .
-
πάντα διʼ αὐτοῦ ἐγένετο , καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐ -δὲ ἕν .
-
ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν , καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων ·
-
καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει , καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν .
-
Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ , ὄνομα αὐτῷ Ἰωάνης · ἦν
-
οὗτος ἦλθεν εἰς μαρτυρίαν , ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός , ἵνα πάντες πιστεύσωσιν
διʼ αὐτοῦ .
-
οὐκ ἦν ἐκεῖνος τὸ φῶς , ἀλλʼ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός . [0]
-
Ἦν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον .
-
ἐν τῷ κόσμῳ ἦν , καὶ ὁ κόσμος διʼ αὐτοῦ ἐγένετο , καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω .
-
Εἰς τὰ ἴδια ἦλθεν , καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον .
-
ὅσοι δὲ ἔλαβον αὐτόν , ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι , τοῖς πιστεύουσιν
εἰς τὸ ὄνομα αὐτοῦ , οἳ οὐκ ἐξ αἱμάτων οὐ -δὲ ἐκ θελήματος σαρκὸς οὐ -δὲ ἐκ θελήματος
ἀνδρὸς ἀλλʼ ἐκ θεοῦ ἐγεννήθησαν .
-
Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν , καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ ,
δόξαν ὡς μονογενοῦς παρὰ πατρός , πλήρης χάριτος καὶ ἀληθείας · ἐθεασάμεθα
-
Ἰωάνης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων — οὗτος ἦν ὁ εἰπών — Ὁ ὀπίσω μου ἐρχόμενος
ἔμπροσθέν μου γέγονεν , ὅτι πρῶτός μου ἦν ·
-
ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν , καὶ χάριν ἀντὶ χάριτος · ἐλάβομεν
-
ὅτι ὁ νόμος διὰ Μωυσέως ἐδόθη , ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο .
-
θεὸν οὐδεὶς ἑώρακεν πώποτε ·
-
μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο .
-
Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάνου ὅτε ἀπέστειλαν πρὸς αὐτὸν οἱ Ἰουδαῖοι ἐξ Ἰεροσολύμων
ἱερεῖς καὶ Λευείτας ἵνα ἐρωτήσωσιν αὐτόν Σὺ τίς εἶ ;
-
καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο , καὶ ὡμολόγησεν ὅτι Ἐγὼ οὐκ εἰμὶ ὁ χριστός .
-
καὶ ἠρώτησαν αὐτόν Τί οὖν ; εἶ
-
[ σὺ ] Ἠλείας εἶ ;
-
καὶ λέγει Οὐκ εἰμί .
-
Ὁ προφήτης εἶ σύ ;
-
καὶ ἀπεκρίθη Οὔ .
-
εἶπαν οὖν αὐτῷ Τίς εἶ ;
-
ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς ·
-
τί λέγεις περὶ σεαυτοῦ ;
-
ἔφη Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Εὐθύνατε τὴν ὁδὸν Κυρίου , καθὼς εἶπεν Ἠσαίας ὁ προφήτης
. εἰμί
-
Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων .
-
καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐ -δὲ Ἠλείας
οὐ -δὲ ὁ προφήτης ;
-
ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάνης λέγων Ἐγὼ βαπτίζω ἐν ὕδατι ·
-
μέσος ὑμῶν στήκει ὃν ὑμεῖς οὐκ οἴδατε , ὀπίσω μου ἐρχόμενος , οὗ οὐκ εἰμὶ [ ἐγὼ ]
ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος . αὐτός
-
Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου , ὅπου ἦν ὁ Ἰωάνης βαπτίζων .
-
Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν , καὶ λέγει Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ
ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου . ἐστίν
-
οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν , ὅτι
πρῶτός μου ἦν ·
-
κ- ἀγὼ οὐκ ᾔδειν αὐτόν , ἀλλʼ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι
βαπτίζων .
-
Καὶ ἐμαρτύρησεν Ἰωάνης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ
, καὶ ἔμεινεν ἐπʼ αὐτόν · τεθέαμαι
-
κ- ἀγὼ οὐκ ᾔδειν αὐτόν , ἀλλʼ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν Ἐφʼ
ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπʼ αὐτόν , οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι
ἁγίῳ ·
-
κ- ἀγὼ ἑώρακα , καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ .
-
Τῇ ἐπαύριον πάλιν ἱστήκει Ἰωάνης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο , καὶ ἐμβλέψας τῷ Ἰησοῦ
περιπατοῦντι λέγει Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ . ἐστίν
-
καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ .
-
στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς Τί ζητεῖτε ;
-
οἱ δὲ εἶπαν αὐτῷ Ῥαββεί ( ὃ λέγεται μεθερμηνευόμενον Διδάσκαλε ) , ποῦ μένεις ;
-
λέγει αὐτοῖς Ἔρχεσθε καὶ ὄψεσθε .
-
ἦλθαν οὖν καὶ εἶδον ποῦ μένει , καὶ παρʼ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην ·
-
ὥρα ἦν ὡς δεκάτη .
-
Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάνου καὶ
ἀκολουθησάντων αὐτῷ ·
-
εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ Εὑρήκαμεν τὸν Μεσσίαν
( ὅ ἐστιν μεθερμηνευόμενον Χριστός ) .
-
ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν .
-
ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωάνου , σὺ κληθήσῃ Κηφᾶς ( ὅ ἑρμηνεύεται
Πέτρος ) .
-
Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν .
-
καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς Ἀκολούθει μοι .
-
ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαιδά , ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου .
-
εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ Ὃν ἔγραψεν Μωυσῆς ἐν τῷ νόμῳ καὶ οἱ
προφῆται εὑρήκαμεν , Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ .
-
καὶ εἶπεν αὐτῷ Ναθαναήλ Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι ;
-
λέγει αὐτῷ ὁ Φίλιππος Ἔρχου καὶ ἴδε .
-
εἶδεν Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ Ἴδε ἀληθῶς Ἰσραηλείτης
ἐν ᾧ δόλος οὐκ ἔστιν . ἐστιν
-
λέγει αὐτῷ Ναθαναήλ Πόθεν με γινώσκεις ;
-
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν
σε .
-
ἀπεκρίθη αὐτῷ Ναθαναήλ Ῥαββεί , σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ , σὺ βασιλεὺς εἶ τοῦ Ἰσραήλ
.
-
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις
;
-
μείζω τούτων ὄψῃ .
-
καὶ λέγει αὐτῷ Ἀμὴν ἀμὴν λέγω ὑμῖν , ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους
τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου .