Skip to the content.
Latin 301/303 Translation assignment 2
Homer, Iliad 1.1-52
-
μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος οὐλομένην , ἣ μυρί᾽ Ἀχαιοῖς ἄλγε᾽ ἔθηκε , πολλὰς
δ᾽ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν ἡρώων , αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν οἰωνοῖσί τε
πᾶσι , Διὸς δ᾽ ἐτελείετο βουλή , ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε Ἀτρεΐδης τε
ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς .
-
τίς τ᾽ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι ;
-
Λητοῦς καὶ Διὸς υἱός : ἦν
-
ὃ γὰρ βασιλῆϊ χολωθεὶς νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν , ὀλέκοντο δὲ λαοί , οὕνεκα τὸν
Χρύσην ἠτίμασεν ἀρητῆρα Ἀτρεΐδης :
-
ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν λυσόμενός τε θύγατρα φέρων τ᾽ ἀπερείσι᾽ ἄποινα , στέμματ᾽
ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος χρυσέῳ ἀνὰ σκήπτρῳ , καὶ λίσσετο πάντας Ἀχαιούς
, Ἀτρεΐδα δὲ μάλιστα δύω , κοσμήτορε λαῶν :
-
Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί , ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ᾽ ἔχοντες
ἐκπέρσαι Πριάμοιο πόλιν , εὖ δ᾽ οἴκαδ᾽ ἱκέσθαι :
-
παῖδα δ᾽ ἐμοὶ λύσαιτε φίλην , τὰ δ᾽ ἄποινα δέχεσθαι , ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον
Ἀπόλλωνα .
-
ἔνθ᾽ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ αἰδεῖσθαί θ᾽ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα
:
-
ἀλλ᾽ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ , ἀλλὰ κακῶς ἀφίει , κρατερὸν δ᾽ ἐπὶ μῦθον
ἔτελλε :
-
μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω ἢ νῦν δηθύνοντ᾽ ἢ ὕστερον αὖτις ἰόντα ,
μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο :
-
τὴν δ᾽ ἐγὼ οὐ λύσω :
-
πρίν μιν καὶ γῆρας ἔπεισιν ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης ἱστὸν ἐποιχομένην
καὶ ἐμὸν λέχος ἀντιόωσαν :
-
ἀλλ᾽ ἴθι μή μ᾽ ἐρέθιζε σαώτερος ὥς κε νέηαι .
-
ὣς ἔφατ᾽ , ἔδεισεν δ᾽ ὃ γέρων καὶ ἐπείθετο μύθῳ :
-
βῆ δ᾽ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης :
-
πολλὰ δ᾽ ἔπειτ᾽ ἀπάνευθε κιὼν ἠρᾶθ᾽ ὃ γεραιὸς Ἀπόλλωνι ἄνακτι , τὸν ἠΰκομος τέκε Λητώ
:
-
κλῦθί μευ ἀργυρότοξ᾽ , ὃς Χρύσην ἀμφιβέβηκας Κίλλάν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις
, Σμινθεῦ εἴ ποτέ τοι χαρίεντ᾽ ἐπὶ νηὸν ἔρεψα , ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί᾽
ἔκηα ταύρων ἠδ᾽ αἰγῶν , τὸ δέ μοι κρήηνον ἐέλδωρ :
-
τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν .
-
ὣς ἔφατ᾽ εὐχόμενος , τοῦ δ᾽ ἔκλυε Φοῖβος Ἀπόλλων , βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων χωόμενος
κῆρ , τόξ᾽ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην :
-
ἔκλαγξαν δ᾽ ἄρ᾽ ὀϊστοὶ ἐπ᾽ ὤμων χωομένοιο , αὐτοῦ κινηθέντος :
-
ὃ δ᾽ ἤϊε νυκτὶ ἐοικώς .
-
ἕζετ᾽ ἔπειτ᾽ ἀπάνευθε νεῶν , μετὰ δ᾽ ἰὸν ἕηκε :
-
δεινὴ δὲ κλαγγὴ γένετ᾽ ἀργυρέοιο βιοῖο :
-
οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς , αὐτὰρ ἔπειτ᾽ αὐτοῖσι βέλος ἐχεπευκὲς
ἐφιεὶς βάλλ᾽ :
-
αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί .