Skip to the content.
Latin 301/303 Translation assignment 2
Trial of Theramenes from Xenophon, Hellenika 2.3.24-56
-
ἐπεὶ δὲ ὁ Θηραμένης παρῆν , ἀναστὰς ὁ Κριτίας ἔλεξεν ὧδε .
-
ὦ ἄνδρες βουλευταί , εἰ μέν τις ὑμῶν νομίζει πλείους τοῦ καιροῦ ἀποθνῄσκειν , ἐννοησάτω
ὅτι ὅπου πολιτεῖαι μεθίστανται πανταχοῦ ταῦτα γίγνεται ·
-
πλείστους δὲ ἀνάγκη ἐνθάδε πολεμίους εἶναι τοῖς εἰς ὀλιγαρχίαν μεθιστᾶσι διά τε τὸ
πολυανθρωποτάτην τῶν Ἑλληνίδων τὴν πόλιν εἶναι καὶ διὰ τὸ πλεῖστον χρόνον ἐν ἐλευθερίᾳ
τὸν δῆμον τεθράφθαι . ἐστιν
-
ἡμεῖς δὲ γνόντες μὲν τοῖς οἵοις ἡμῖν τε καὶ ὑμῖν χαλεπὴν πολιτείαν εἶναι δημοκρατίαν
, γνόντες δὲ ὅτι Λακεδαιμονίοις τοῖς περισώσασιν ἡμᾶς ὁ μὲν δῆμος οὔποτʼ ἂν φίλος
γένοιτο , οἱ δὲ βέλτιστοι ἀεὶ ἂν πιστοὶ διατελοῖεν , διὰ ταῦτα σὺν τῇ Λακεδαιμονίων
γνώμῃ τήνδε τὴν πολιτείαν καθίσταμεν .
-
καὶ ἐάν τινα αἰσθανώμεθα ἐναντίον τῇ ὀλιγαρχίᾳ , ὅσον δυνάμεθα ἐκποδὼν ποιούμεθα ·
ὄντα
-
πολὺ δὲ μάλιστα δοκεῖ ἡμῖν δίκαιον εἶναι , εἴ τις ἡμῶν αὐτῶν λυμαίνεται ταύτῃ τῇ καταστάσει
, δίκην αὐτὸν διδόναι .
-
νῦν οὖν αἰσθανόμεθα Θηραμένην τουτονὶ οἷς δύναται ἀπολλύντα ἡμᾶς τε καὶ ὑμᾶς .
-
ὡς δὲ ταῦτα ἀληθῆ , ἂν κατανοῆτε , εὑρήσετε οὔ -τε ψέγοντα οὐδένα μᾶλλον Θηραμένους
τουτουὶ τὰ παρόντα οὔ -τε ἐναντιούμενον , ὅταν τινὰ ἐκποδὼν βουλώμεθα ποιήσασθαι τῶν
δημαγωγῶν . ἐστιν
-
εἰ μὲν τοίνυν ἐξ ἀρχῆς ταῦτα ἐγίγνωσκε , πολέμιος μὲν ἦν , οὐ μέντοι πονηρός γʼ ἂν
δικαίως ἐνομίζετο ·
-
νῦν δὲ αὐτὸς μὲν ἄρξας τῆς πρὸς Λακεδαιμονίους πίστεως καὶ φιλίας , αὐτὸς δὲ τῆς τοῦ
δήμου καταλύσεως , μάλιστα δὲ ἐξορμήσας ὑμᾶς τοῖς πρώτοις ὑπαγομένοις εἰς ὑμᾶς δίκην
ἐπιτιθέναι , νῦν ἐπεὶ καὶ ὑμεῖς καὶ ἡμεῖς φανερῶς ἐχθροὶ τῷ δήμῳ γεγενήμεθα , οὐκέτʼ
αὐτῷ τὰ γιγνόμενα ἀρέσκει , ὅπως αὐτὸς μὲν αὖ ἐν τῷ ἀσφαλεῖ καταστῇ , ἡμεῖς δὲ δίκην
δῶμεν τῶν πεπραγμένων . ἐστιν ἐστιν ἄρξας ἐστιν
-
ὥστε οὐ μόνον ὡς ἐχθρῷ αὐτῷ προσήκει ἀλλὰ καὶ ὡς προδότῃ ὑμῶν τε καὶ ἡμῶν διδόναι
τὴν δίκην . ὄντι ὄντι
-
καίτοι τοσούτῳ μὲν δεινότερον προδοσία πολέμου , ὅσῳ χαλεπώτερον φυλάξασθαι τὸ ἀφανὲς
τοῦ φανεροῦ , τοσούτῳ δʼ ἔχθιον , ὅσῳ πολεμίοις μὲν ἄνθρωποι καὶ σπένδονται καὶ αὖθις
πιστοὶ γίγνονται , ὃν δʼ ἂν προδιδόντα λαμβάνωσι , τούτῳ οὔ -τε ἐσπείσατο πώποτε οὐδεὶς
οὔ -τʼ ἐπίστευσε τοῦ λοιποῦ . ἐστιν ἐστιν
-
ἵνα δὲ εἰδῆτε ὅτι οὐ καινὰ ταῦτα οὗτος ποιεῖ , ἀλλὰ φύσει προδότης ἐστίν , ἀναμνήσω
ὑμᾶς τὰ τούτῳ πεπραγμένα .
-
οὗτος γὰρ ἐξ ἀρχῆς μὲν τιμώμενος ὑπὸ τοῦ δήμου κατὰ τὸν πατέρα Ἅγνωνα , προπετέστατος
ἐγένετο τὴν δημοκρατίαν μεταστῆσαι εἰς τοὺς τετρακοσίους , καὶ ἐπρώτευεν ἐν ἐκείνοις
.
-
ἐπεὶ δʼ ᾔσθετο ἀντίπαλόν τι τῇ ὀλιγαρχίᾳ συνιστάμενον , πρῶτος αὖ ἡγεμὼν τῷ δήμῳ ἐπʼ
ἐκείνους ἐγένετο ·
-
ὅθεν δήπου καὶ κόθορνος ἐπικαλεῖται .
-
καὶ γὰρ ὁ κόθορνος ἁρμόττειν μὲν τοῖς ποσὶν ἀμφοτέροις δοκεῖ , ἀποβλέπει δὲ ἀπʼ ἀμφοτέρων
.
-
δεῖ δέ , ὦ Θηράμενες , ἄνδρα τὸν ἄξιον ζῆν οὐ προάγειν μὲν δεινὸν εἶναι εἰς πράγματα
τοὺς συνόντας , ἂν δέ τι ἀντικόπτῃ , εὐθὺς μεταβάλλεσθαι , ἀλλʼ ὥσπερ ἐν νηὶ διαπονεῖσθαι
, ἕως ἂν εἰς οὖρον καταστῶσιν · διαπονεῖ
-
εἰ δὲ μή , πῶς ἂν ἀφίκοιντό ποτε ἔνθα δεῖ , εἰ ἐπειδάν τι ἀντικόψῃ , εὐθὺς εἰς τ-
ἀναντία πλέοιεν ;
-
καὶ εἰσὶ μὲν δήπου πᾶσαι μεταβολαὶ πολιτειῶν θανατηφόροι , σὺ δὲ διὰ τὸ εὐμετάβολος
εἶναι πλείστοις μὲν μεταίτιος εἶ ἐξ ὀλιγαρχίας ὑπὸ τοῦ δήμου ἀπολωλέναι , πλείστοις
δʼ ἐκ δημοκρατίας ὑπὸ τῶν βελτιόνων . ἀπολωλέναι μεταίτιος
-
οὗτος δέ τοί ἐστιν ὃς καὶ ταχθεὶς ἀνελέσθαι ὑπὸ τῶν στρατηγῶν τοὺς καταδύντας Ἀθηναίων
ἐν τῇ περὶ Λέσβον ναυμαχίᾳ αὐτὸς οὐκ ἀνελόμενος ὅμως τῶν στρατηγῶν κατηγορῶν ἀπέκτεινεν
αὐτούς , ἵνα αὐτὸς περισωθείη .
-
ὅστις γε μὴν φανερός ἐστι τοῦ μὲν πλεονεκτεῖν ἀεὶ ἐπιμελόμενος , τοῦ δὲ καλοῦ καὶ
τῶν φίλων μηδὲν ἐντρεπόμενος , πῶς τούτου χρή ποτε φείσασθαι ;
-
πῶς δὲ οὐ φυλάξασθαι , εἰδότας αὐτοῦ τὰς μεταβολάς , ὡς μὴ καὶ ἡμᾶς ταὐτὸ δυνασθῇ
ποιῆσαι ; χρή
-
ἡμεῖς οὖν τοῦτον ὑπάγομεν καὶ ὡς ἐπιβουλεύοντα καὶ ὡς προδιδόντα ἡμᾶς τε καὶ ὑμᾶς
.
-
ὡς δʼ εἰκότα ποιοῦμεν , καὶ τάδʼ ἐννοήσατε .
-
καλλίστη μὲν γὰρ δήπου δοκεῖ πολιτεία εἶναι ἡ Λακεδαιμονίων ·
-
εἰ δὲ ἐκείνῃ ἐπιχειρήσειέ τις τῶν ἐφόρων ἀντὶ τοῦ τοῖς πλείοσι πείθεσθαι ψέγειν τε
τὴν ἀρχὴν καὶ ἐναντιοῦσθαι τοῖς πραττομένοις , οὐκ ἂν οἴεσθε αὐτὸν καὶ ὑπʼ αὐτῶν τῶν
ἐφόρων καὶ ὑπὸ τῆς ἄλλης ἁπάσης πόλεως τῆς μεγίστης τιμωρίας ἀξιωθῆναι ;
-
καὶ ὑμεῖς οὖν , ἐὰν σωφρονῆτε , οὐ τούτου ἀλλʼ ὑμῶν αὐτῶν φείσεσθε , ὡς οὗτος σωθεὶς
μὲν πολλοὺς ἂν μέγα φρονεῖν ποιήσειε τῶν ἐναντία γιγνωσκόντων ὑμῖν , ἀπολόμενος δὲ
πάντων καὶ τῶν ἐν τῇ πόλει καὶ τῶν ἔξω ὑποτέμοι ἂν τὰς ἐλπίδας .
-
ὁ μὲν ταῦτʼ εἰπὼν ἐκαθέζετο ·
-
Θηραμένης δὲ ἀναστὰς ἔλεξεν ·
-
ἀλλὰ πρῶτον μὲν μνησθήσομαι , ὦ ἄνδρες , ὃ τελευταῖον κατʼ ἐμοῦ εἶπε .
-
φησὶ γάρ με τοὺς στρατηγοὺς ἀποκτεῖναι κατηγοροῦντα .
-
ἐγὼ δὲ οὐκ ἦρχον δήπου τοῦ κατʼ ἐκείνων λόγου , ἀλλʼ ἐκεῖνοι ἔφασαν προσταχθέν μοι
ὑφʼ ἑαυτῶν οὐκ ἀνελέσθαι τοὺς δυστυχοῦντας ἐν τῇ περὶ Λέσβον ναυμαχίᾳ .
-
ἐγὼ δὲ ἀπολογούμενος ὡς διὰ τὸν χειμῶνα οὐ -δὲ πλεῖν , μὴ ὅτι ἀναιρεῖσθαι τοὺς ἄνδρας
δυνατὸν ἦν , ἔδοξα τῇ πόλει εἰκότα λέγειν , ἐκεῖνοι δʼ ἑαυτῶν κατηγορεῖν ἐφαίνοντο
. εἴπω
-
φάσκοντες γὰρ οἷόν τε εἶναι σῶσαι τοὺς ἄνδρας , προέμενοι ἀπολέσθαι αὐτοὺς ἀποπλέοντες
ᾤχοντο .
-
οὐ μέντοι θαυμάζω γε τὸ Κριτίαν παρανενομηκέναι ·
-
ὅτε γὰρ ταῦτα ἦν , οὐ παρὼν ἐτύγχανεν , ἀλλʼ ἐν Θετταλίᾳ μετὰ Προμηθέως δημοκρατίαν
κατεσκεύαζε καὶ τοὺς πενέστας ὥπλιζεν ἐπὶ τοὺς δεσπότας .
-
ὧν μὲν οὖν οὗτος ἐκεῖ ἔπραττε μηδὲν ἐνθάδε γένοιτο ·
-
τάδε γε μέντοι ὁμολογῶ ἐγὼ τούτῳ , εἴ τις ὑμᾶς μὲν τῆς ἀρχῆς βούλεται παῦσαι , τοὺς
δʼ ἐπιβουλεύοντας ὑμῖν ἰσχυροὺς ποιεῖ , δίκαιον εἶναι τῆς μεγίστης αὐτὸν τιμωρίας
τυγχάνειν ·
-
ὅστις μέντοι ὁ ταῦτα πράττων ἐστὶν οἶμαι ἂν ὑμᾶς κάλλιστα κρίνειν , τά τε πεπραγμένα
καὶ ἃ νῦν πράττει ἕκαστος ἡμῶν εἰ κατανοήσετε .
-
οὐκοῦν μέχρι μὲν τοῦ ὑμᾶς τε καταστῆναι εἰς τὴν βουλείαν καὶ ἀρχὰς ἀποδειχθῆναι καὶ
τοὺς ὁμολογουμένως συκοφάντας ὑπάγεσθαι πάντες τ- αὐτὰ ἐγιγνώσκομεν ·
-
ἐπεὶ δέ γε οὗτοι ἤρξαντο ἄνδρας καλούς τε κ- ἀγαθοὺς συλλαμβάνειν , ἐκ τούτου κ- ἀγὼ
ἠρξάμην τ- ἀναντία τούτοις γιγνώσκειν .
-
ᾔδειν γὰρ ὅτι ἀποθνῄσκοντος μὲν Λέοντος τοῦ Σαλαμινίου , ἀνδρὸς καὶ ὄντος καὶ δοκοῦντος
ἱκανοῦ εἶναι , ἀδικοῦντος δʼ οὐ -δὲ ἕν , οἱ ὅμοιοι τούτῳ φοβήσοιντο , φοβούμενοι δὲ
ἐναντίοι τῇδε τῇ πολιτείᾳ ἔσοιντο ·
-
ἐγίγνωσκον δὲ ὅτι συλλαμβανομένου Νικηράτου τοῦ Νικίου , καὶ πλουσίου καὶ οὐδὲν πώποτε
δημοτικὸν οὔ -τε αὐτοῦ οὔ -τε τοῦ πατρὸς πράξαντος , οἱ τούτῳ ὅμοιοι δυσμενεῖς ἡμῖν
γενήσοιντο .
-
ἀλλὰ μὴν καὶ Ἀντιφῶντος ὑφʼ ἡμῶν ἀπολλυμένου , ὃς ἐν τῷ πολέμῳ δύο τριήρεις εὖ πλεούσας
παρείχετο , ἠπιστάμην ὅτι καὶ οἱ πρόθυμοι τῇ πόλει γεγενημένοι πάντες ὑπόπτως ἡμῖν
ἕξοιεν .
-
ἀντεῖπον δὲ καὶ ὅτε τῶν μετοίκων ἕνα ἕκαστον λαβεῖν ἔφασαν χρῆναι ·
-
εὔδηλον γὰρ ἦν ὅτι τούτων ἀπολομένων καὶ οἱ μέτοικοι ἅπαντες πολέμιοι τῇ πολιτείᾳ
ἔσοιντο .
-
ἀντεῖπον δὲ καὶ ὅτε τὰ ὅπλα τοῦ πλήθους παρῃροῦντο , οὐ νομίζων χρῆναι ἀσθενῆ τὴν
πόλιν ποιεῖν ·
-
οὐ -δὲ γὰρ τοὺς Λακεδαιμονίους ἑώρων τούτου ἕνεκα βουλομένους περισῶσαι ἡμᾶς , ὅπως
ὀλίγοι γενόμενοι μηδὲν δυναίμεθʼ αὐτοὺς ὠφελεῖν ·
-
ἐξῆν γὰρ αὐτοῖς , εἰ τούτου γε δέοιντο , καὶ μηδένα λιπεῖν ὀλίγον ἔτι χρόνον τῷ λιμῷ
πιέσαντας .
-
οὐ -δέ γε τὸ φρουροὺς μισθοῦσθαι συνήρεσκέ μοι , ἐξὸν αὐτῶν τῶν πολιτῶν τοσούτους
προσλαμβάνειν , ἕως ῥᾳδίως ἐμέλλομεν οἱ ἄρχοντες τῶν ἀρχομένων κρατήσειν .
-
ἐπεί γε μὴν πολλοὺς ἑώρων ἐν τῇ πόλει τῇ ἀρχῇ τῇδε δυσμενεῖς , πολλοὺς δὲ φυγάδας
γιγνομένους , οὐκ αὖ ἐδόκει μοι οὔ -τε Θρασύβουλον οὔ -τε Ἄνυτον οὔ -τε Ἀλκιβιάδην
φυγαδεύειν · γιγνομένους
-
ᾔδειν γὰρ ὅτι οὕτω γε τὸ ἀντίπαλον ἰσχυρὸν ἔσοιτο , εἰ τῷ μὲν πλήθει ἡγεμόνες ἱκανοὶ
προσγενήσοιντο , τοῖς δʼ ἡγεῖσθαι βουλομένοις σύμμαχοι πολλοὶ φανήσοιντο .
-
ὁ ταῦτα οὖν νουθετῶν ἐν τῷ φανερῷ πότερα εὐμενὴς ἂν δικαίως ἢ προδότης νομίζοιτο ;
-
οὐχ οἱ ἐχθρούς , ὦ Κριτία , κωλύοντες πολλοὺς ποιεῖσθαι , οὐ -δʼ οἱ συμμάχους πλείστους
διδάσκοντες κτᾶσθαι , οὗτοι τοὺς πολεμίους ἰσχυροὺς ποιοῦσιν , ἀλλὰ πολὺ μᾶλλον οἱ
ἀδίκως τε χρήματα ἀφαιρούμενοι καὶ τοὺς οὐδὲν ἀδικοῦντας ἀποκτείνοντες , οὗτοί εἰσιν
οἱ καὶ πολλοὺς τοὺς ἐναντίους ποιοῦντες καὶ προδιδόντες οὐ μόνον τοὺς φίλους ἀλλὰ
καὶ ἑαυτοὺς διʼ αἰσχροκέρδειαν .
-
εἰ δὲ μὴ ἄλλως γνωστὸν ὅτι ἀληθῆ λέγω , ὧδε ἐπισκέψασθε . ἐστιν
-
πότερον οἴεσθε Θρασύβουλον καὶ Ἄνυτον καὶ τοὺς ἄλλους φυγάδας ἃ ἐγὼ λέγω μᾶλλον ἂν
ἐνθάδε βούλεσθαι γίγνεσθαι ἢ ἃ οὗτοι πράττουσιν ;
-
ἐγὼ μὲν γὰρ οἶμαι νῦν μὲν αὐτοὺς νομίζειν συμμάχων πάντα μεστὰ εἶναι ·
-
εἰ δὲ τὸ κράτιστον τῆς πόλεως προσφιλῶς ἡμῖν εἶχε , χαλεπὸν ἂν ἡγεῖσθαι εἶναι καὶ
τὸ ἐπιβαίνειν ποι τῆς χώρας . οἶμαι
-
ἃ δʼ αὖ εἶπεν ὡς ἐγώ εἰμι οἷος ἀεί ποτε μεταβάλλεσθαι , κατανοήσατε καὶ ταῦτα .
-
τὴν μὲν γὰρ ἐπὶ τῶν τετρακοσίων πολιτείαν καὶ αὐτὸς δήπου ὁ δῆμος ἐψηφίσατο , διδασκόμενος
ὡς οἱ Λακεδαιμόνιοι πάσῃ πολιτείᾳ μᾶλλον ἂν ἢ δημοκρατίᾳ πιστεύσειαν . πιστεύσειαν
-
ἐπεὶ δέ γε ἐκεῖνοι μὲν οὐδὲν ἀνίεσαν , οἱ δὲ ἀμφὶ Ἀριστοτέλην καὶ Μελάνθιον καὶ Ἀρίσταρχον
στρατηγοῦντες φανεροὶ ἐγένοντο ἐπὶ τῷ χώματι ἔρυμα τειχίζοντες , εἰς ὃ ἐβούλοντο τοὺς
πολεμίους δεξάμενοι ὑφʼ αὑτοῖς καὶ τοῖς ἑταίροις τὴν πόλιν ποιήσασθαι , εἰ ταῦτʼ αἰσθόμενος
ἐγὼ διεκώλυσα , τοῦτʼ ἐστὶ προδότην εἶναι τῶν φίλων ;
-
ἀποκαλεῖ δὲ κόθορνόν με , ὡς ἀμφοτέροις πειρώμενον ἁρμόττειν .
-
ὅστις δὲ μηδετέροις ἀρέσκει , τοῦτον ὢ πρὸς τῶν θεῶν τί ποτε καὶ καλέσαι χρή ;
-
σὺ γὰρ δὴ ἐν μὲν τῇ δημοκρατίᾳ πάντως μισοδημότατος ἐνομίζου , ἐν δὲ τῇ ἀριστοκρατίᾳ
πάντων μισοχρηστότατος γεγένησαι .
-
ἐγὼ δʼ , ὦ Κριτία , ἐκείνοις μὲν ἀεί ποτε πολεμῶ τοῖς οὐ πρόσθεν οἰομένοις καλὴν ἂν
δημοκρατίαν εἶναι , πρὶν ἂν καὶ οἱ δοῦλοι καὶ οἱ διʼ ἀπορίαν δραχμῆς ἂν ἀποδόμενοι
τὴν πόλιν δραχμῆς μετέχοιεν , καὶ τοῖσδέ γʼ αὖ ἀεὶ ἐναντίος εἰμὶ οἳ οὐκ οἴονται καλὴν
ἂν ἐγγενέσθαι ὀλιγαρχίαν , πρὶν ἂν εἰς τὸ ὑπʼ ὀλίγων τυραννεῖσθαι τὴν πόλιν καταστήσειαν
.
-
τὸ μέντοι σὺν τοῖς δυναμένοις καὶ μεθʼ ἵππων καὶ μετʼ ἀσπίδων ὠφελεῖν διὰ τούτων τὴν
πολιτείαν πρόσθεν ἄριστον ἡγούμην εἶναι καὶ νῦν οὐ μεταβάλλομαι .
-
εἰ δʼ ἔχεις εἰπεῖν , ὦ Κριτία , ὅπου ἐγὼ σὺν τοῖς δημοτικοῖς ἢ τυραννικοῖς τοὺς καλούς
τε κ- ἀγαθοὺς ἀποστερεῖν πολιτείας ἐπεχείρησα , λέγε ·
-
ἐὰν γὰρ ἐλεγχθῶ ἢ νῦν ταῦτα πράττων ἢ πρότερον πώποτε πεποιηκώς , ὁμολογῶ τὰ πάντων
ἔσχατα παθὼν ἂν δικαίως ἀποθνῄσκειν .
-
ὡς δʼ εἰπὼν ταῦτα ἐπαύσατο , καὶ ἡ βουλὴ δήλη ἐγένετο εὐμενῶς ἐπιθορυβήσασα , γνοὺς
ὁ Κριτίας ὅτι εἰ ἐπιτρέψοι τῇ βουλῇ διαψηφίζεσθαι περὶ αὐτοῦ , ἀναφεύξοιτο , καὶ τοῦτο
οὐ βιωτὸν ἡγησάμενος , προσελθὼν καὶ διαλεχθείς τι τοῖς τριάκοντα ἐξῆλθε , καὶ ἐπιστῆναι
ἐκέλευσε τοὺς τὰ ἐγχειρίδια ἔχοντας φανερῶς τῇ βουλῇ ἐπὶ τοῖς δρυφάκτοις . εἶναι
-
πάλιν δὲ εἰσελθὼν εἶπεν ·
-
ἐγώ , ὦ βουλή , νομίζω προστάτου ἔργον εἶναι οἵου δεῖ , ὃς ἂν ὁρῶν τοὺς φίλους ἐξαπατωμένους
μὴ ἐπιτρέπῃ . εἶναι
-
καὶ ἐγὼ οὖν τοῦτο ποιήσω .
-
καὶ γὰρ οἵδε οἱ ἐφεστηκότες οὔ φασιν ἡμῖν ἐπιτρέψειν , εἰ ἀνήσομεν ἄνδρα τὸν φανερῶς
τὴν ὀλιγαρχίαν λυμαινόμενον .
-
ἔστι δὲ ἐν τοῖς καινοῖς νόμοις τῶν μὲν ἐν τοῖς τρισχιλίοις ὄντων μηδένα ἀποθνῄσκειν
ἄνευ τῆς ὑμετέρας ψήφου , τῶν δʼ ἔξω τοῦ καταλόγου κυρίους εἶναι τοὺς τριάκοντα θανατοῦν
.
-
ἐγὼ οὖν , ἔφη , Θηραμένην τουτονὶ ἐξαλείφω ἐκ τοῦ καταλόγου , συνδοκοῦν ἅπασιν ἡμῖν
.
-
καὶ τοῦτον , ἔφη , ἡμεῖς θανατοῦμεν .
-
ἀκούσας ταῦτα ὁ Θηραμένης ἀνεπήδησεν ἐπὶ τὴν ἑστίαν καὶ εἶπεν ·
-
ἐγὼ δʼ , ἔφη , ὦ ἄνδρες , ἱκετεύω τὰ πάντων ἐννομώτατα , μὴ ἐπὶ Κριτίᾳ εἶναι ἐξαλείφειν
μή -τε ἐμὲ μή -τε ὑμῶν ὃν ἂν βούληται , ἀλλʼ ὅνπερ νόμον οὗτοι ἔγραψαν περὶ τῶν ἐν
τῷ καταλόγῳ , κατὰ τοῦτον καὶ ὑμῖν καὶ ἐμοὶ τὴν κρίσιν εἶναι .
-
καὶ τοῦτο μέν , ἔφη , μὰ τοὺς θεοὺς οὐκ ἀγνοῶ , ὅτι οὐδέν μοι ἀρκέσει ὅδε ὁ βωμός
, ἀλλὰ βούλομαι καὶ τοῦτο ἐπιδεῖξαι , ὅτι οὗτοι οὐ μόνον εἰσὶ περὶ ἀνθρώπους ἀδικώτατοι
, ἀλλὰ καὶ περὶ θεοὺς ἀσεβέστατοι .
-
ὑμῶν μέντοι , ἔφη , ὦ ἄνδρες καλοὶ κ- ἀγαθοί , θαυμάζω , εἰ μὴ βοηθήσετε ὑμῖν αὐτοῖς
, καὶ ταῦτα γιγνώσκοντες ὅτι οὐδὲν τὸ ἐμὸν ὄνομα εὐεξαλειπτότερον ἢ τὸ ὑμῶν ἑκάστου
. ἐστιν , ἐστιν
-
ἐκ δὲ τούτου ἐκέλευσε μὲν ὁ τῶν τριάκοντα κῆρυξ τοὺς ἕνδεκα ἐπὶ τὸν Θηραμένην ·
-
ἐκεῖνοι δὲ εἰσελθόντες σὺν τοῖς ὑπηρέταις , ἡγουμένου αὐτῶν Σατύρου τοῦ θρασυτάτου
τε καὶ ἀναιδεστάτου , εἶπε μὲν ὁ Κριτίας ·
-
παραδίδομεν ὑμῖν , ἔφη , Θηραμένην τουτονὶ κατακεκριμένον κατὰ τὸν νόμον ·
-
ὑμεῖς δὲ λαβόντες καὶ ἀπαγαγόντες οἱ ἕνδεκα οὗ δεῖ τὰ ἐκ τούτων πράττετε .
-
ὡς δὲ ταῦτα εἶπεν , εἷλκε μὲν ἀπὸ τοῦ βωμοῦ ὁ Σάτυρος , εἷλκον δὲ οἱ ὑπηρέται .
-
ὁ δὲ Θηραμένης ὥσπερ εἰκὸς καὶ θεοὺς ἐπεκαλεῖτο καὶ ἀνθρώπους καθορᾶν τὰ γιγνόμενα
. ἐστιν
-
ἡ δὲ βουλὴ ἡσυχίαν εἶχεν , ὁρῶσα καὶ τοὺς ἐπὶ τοῖς δρυφάκτοις ὁμοίους Σατύρῳ καὶ τὸ
ἔμπροσθεν τοῦ βουλευτηρίου πλῆρες τῶν φρουρῶν , καὶ οὐκ ἀγνοοῦντες ὅτι ἐγχειρίδια
ἔχοντες παρῆσαν . ὄντας ὄν
-
οἱ δʼ ἀπήγαγον τὸν ἄνδρα διὰ τῆς ἀγορᾶς μάλα μεγάλῃ τῇ φωνῇ δηλοῦντα οἷα ἔπασχε .
-
λέγεται δʼ ἓν ῥῆμα καὶ τοῦτο αὐτοῦ . εἶναι
-
ὡς εἶπεν ὁ Σάτυρος ὅτι οἰμώξοιτο , εἰ μὴ σιωπήσειεν , ἐπήρετο ·
-
ἂν δὲ σιωπῶ , οὐκ ἄρʼ , ἔφη , οἰμώξομαι ;
-
καὶ ἐπεί γε ἀποθνῄσκειν ἀναγκαζόμενος τὸ κώνειον ἔπιε , τὸ λειπόμενον ἔφασαν ἀποκοτταβίσαντα
εἰπεῖν αὐτόν ·
-
Κριτίᾳ τοῦτʼ ἔστω τῷ καλῷ .
-
καὶ τοῦτο μὲν οὐκ ἀγνοῶ , ὅτι ταῦτα ἀποφθέγματα οὐκ ἀξιόλογα , ἐκεῖνο δὲ κρίνω τοῦ
ἀνδρὸς ἀγαστόν , τὸ τοῦ θανάτου παρεστηκότος μή -τε τὸ φρόνιμον μή -τε τὸ παιγνιῶδες
ἀπολιπεῖν ἐκ τῆς ψυχῆς . ἐστιν