Skip to the content.
Latin 301/303 Translation assignment 2
Xenophon, Hellenika 1.1.1-22
-
μετὰ δὲ ταῦτα οὐ πολλαῖς ἡμέραις ὕστερον ἦλθεν ἐξ Ἀθηνῶν Θυμοχάρης ἔχων ναῦς ὀλίγας
·
-
καὶ εὐθὺς ἐναυμάχησαν αὖθις Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι , ἐνίκησαν δὲ Λακεδαιμόνιοι
ἡγουμένου Ἀγησανδρίδου .
-
μετʼ ὀλίγον δὲ τούτων Δωριεὺς ὁ Διαγόρου ἐκ Ῥόδου εἰς Ἑλλήσποντον εἰσέπλει ἀρχομένου
χειμῶνος τέτταρσι καὶ δέκα ναυσὶν ἅμα ἡμέρᾳ .
-
κατιδὼν δὲ ὁ τῶν Ἀθηναίων ἡμεροσκόπος ἐσήμηνε τοῖς στρατηγοῖς .
-
οἱ δὲ ἀνηγάγοντο ἐπʼ αὐτὸν εἴκοσι ναυσίν , ἃς ὁ Δωριεὺς φυγὼν πρὸς τὴν γῆν ἀνεβίβαζε
τὰς αὑτοῦ τριήρεις , ὡς ἤνοιγε , περὶ τὸ Ῥοίτειον .
-
ἐγγὺς δὲ γενομένων τῶν Ἀθηναίων ἐμάχοντο ἀπό τε τῶν νεῶν καὶ τῆς γῆς μέχρι οἱ Ἀθηναῖοι
ἀπέπλευσαν εἰς Μάδυτον πρὸς τὸ ἄλλο στρατόπεδον οὐδὲν πράξαντες .
-
Μίνδαρος δὲ κατιδὼν τὴν μάχην ἐν Ἰλίῳ θύων τῇ Ἀθηνᾷ , ἐβοήθει ἐπὶ τὴν θάλατταν , καὶ
καθελκύσας τὰς ἑαυτοῦ τριήρεις ἀπέπλει , ὅπως ἀναλάβοι τὰς μετὰ Δωριέως .
-
οἱ δὲ Ἀθηναῖοι ἀνταναγαγόμενοι ἐναυμάχησαν περὶ Ἄβυδον κατὰ τὴν ᾐόνα , μέχρι δείλης
ἐξ ἑωθινοῦ .
-
καὶ τὰ μὲν νικώντων , τὰ δὲ νικωμένων , Ἀλκιβιάδης ἐπεισπλεῖ δυοῖν δεούσαις εἴκοσι
ναυσίν .
-
ἐντεῦθεν δὲ φυγὴ τῶν Πελοποννησίων ἐγένετο πρὸς τὴν Ἄβυδον ·
-
καὶ ὁ Φαρνάβαζος παρεβοήθει , καὶ ἐπεισβαίνων τῷ ἵππῳ εἰς τὴν θάλατταν μέχρι δυνατὸν
ἦν ἐμάχετο , καὶ τοῖς ἄλλοις τοῖς αὑτοῦ ἱππεῦσι καὶ πεζοῖς παρεκελεύετο .
-
συμφράξαντες δὲ τὰς ναῦς οἱ Πελοποννήσιοι καὶ παραταξάμενοι πρὸς τῇ γῇ ἐμάχοντο .
-
Ἀθηναῖοι δὲ ἀπέπλευσαν , τριάκοντα ναῦς τῶν πολεμίων λαβόντες κενὰς καὶ ἃς αὐτοὶ ἀπώλεσαν
κομισάμενοι , εἰς Σηστόν .
-
ἐντεῦθεν πλὴν τετταράκοντα νεῶν ἄλλαι ἄλλῃ ᾤχοντο ἐπʼ ἀργυρολογίαν ἔξω τοῦ Ἑλλησπόντου
·
-
καὶ ὁ Θράσυλλος , εἷς ὢν τῶν στρατηγῶν , εἰς Ἀθήνας ἔπλευσε ταῦτα ἐξαγγελῶν καὶ στρατιὰν
καὶ ναῦς αἰτήσων .
-
μετὰ δὲ ταῦτα Τισσαφέρνης ἦλθεν εἰς Ἑλλήσποντον ·
-
ἀφικόμενον δὲ παρʼ αὐτὸν μιᾷ τριήρει Ἀλκιβιάδην ξένιά τε καὶ δῶρα ἄγοντα συλλαβὼν
εἶρξεν ἐν Σάρδεσι , φάσκων κελεύειν βασιλέα πολεμεῖν Ἀθηναίοις .
-
ἡμέραις δὲ τριάκοντα ὕστερον Ἀλκιβιάδης ἐκ Σάρδεων μετὰ Μαντιθέου τοῦ ἁλόντος ἐν Καρίᾳ
ἵππων εὐπορήσαντες νυκτὸς ἀπέδρασαν εἰς Κλαζομενάς ·
-
οἱ δʼ ἐν Σηστῷ Ἀθηναῖοι , αἰσθόμενοι Μίνδαρον πλεῖν ἐπʼ αὐτοὺς μέλλοντα ναυσὶν ἑξήκοντα
, νυκτὸς ἀπέδρασαν εἰς Καρδίαν .
-
ἐνταῦθα δὲ καὶ Ἀλκιβιάδης ἧκεν ἐκ τῶν Κλαζομενῶν σὺν πέντε τριήρεσι καὶ ἐπακτρίδι
.
-
πυθόμενος δὲ ὅτι αἱ τῶν Πελοποννησίων νῆες ἐξ Ἀβύδου ἀνηγμέναι εἶεν εἰς Κύζικον ,
αὐτὸς μὲν πεζῇ ἦλθεν εἰς Σηστόν , τὰς δὲ ναῦς περιπλεῖν ἐκεῖσε ἐκέλευσεν .
-
ἐπεὶ δʼ ἦλθον , ἀνάγεσθαι ἤδη αὐτοῦ μέλλοντος ὡς ἐπὶ ναυμαχίαν ἐπεισπλεῖ Θηραμένης
εἴκοσι ναυσὶν ἀπὸ Μακεδονίας , ἅμα δὲ καὶ Θρασύβουλος εἴκοσιν ἑτέραις ἐκ Θάσου , ἀμφότεροι
ἠργυρολογηκότες . ἐπεισπλεῖ
-
Ἀλκιβιάδης δὲ εἰπὼν καὶ τούτοις διώκειν αὐτὸν ἐξελομένοις τὰ μεγάλα ἱστία αὐτὸς ἔπλευσεν
εἰς Πάριον ·
-
ἁθρόαι δὲ γενόμεναι αἱ νῆες ἅπασαι ἐν Παρίῳ ἓξ καὶ ὀγδοήκοντα τῆς ἐπιούσης νυκτὸς
ἀνηγάγοντο , καὶ τῇ ἄλλῃ ἡμέρᾳ περὶ ἀρίστου ὥραν ἧκον εἰς Προκόννησον .
-
ἐκεῖ δʼ ἐπύθοντο ὅτι Μίνδαρος ἐν Κυζίκῳ εἴη καὶ Φαρνάβαζος μετὰ τοῦ πεζοῦ .
-
ταύτην μὲν οὖν τὴν ἡμέραν αὐτοῦ ἔμειναν , τῇ δὲ ὑστεραίᾳ Ἀλκιβιάδης ἐκκλησίαν ποιήσας
παρεκελεύετο αὐτοῖς ὅτι ἀνάγκη εἴη καὶ ναυμαχεῖν καὶ πεζομαχεῖν καὶ τειχομαχεῖν ·
-
οὐ γὰρ ἔστιν , ἔφη , χρήματα ἡμῖν , τοῖς δὲ πολεμίοις ἄφθονα παρὰ βασιλέως . ἔστιν
-
τῇ δὲ προτεραίᾳ , ἐπειδὴ ὡρμίσαντο , τὰ πλοῖα πάντα καὶ τὰ μικρὰ συνήθροισε παρʼ ἑαυτόν
, ὅπως μηδεὶς ἐξαγγείλαι τοῖς πολεμίοις τὸ πλῆθος τῶν νεῶν , ἐπεκήρυξέ τε , ὃς ἂν
ἁλίσκηται εἰς τὸ πέραν διαπλέων , θάνατον τὴν ζημίαν .
-
μετὰ δὲ τὴν ἐκκλησίαν παρασκευασάμενος ὡς ἐπὶ ναυμαχίαν ἀνηγάγετο ἐπὶ τὴν Κύζικον
ὕοντος πολλῷ .
-
ἐπειδὴ δʼ ἐγγὺς τῆς Κυζίκου ἦν , αἰθρίας γενομένης καὶ τοῦ ἡλίου ἐκλάμψαντος καθορᾷ
τὰς τοῦ Μινδάρου ναῦς γυμναζομένας πόρρω ἀπὸ τοῦ λιμένος καὶ ἀπειλημμένας ὑπʼ αὐτοῦ
, ἑξήκοντα οὔσας .
-
οἱ δὲ Πελοποννήσιοι ἰδόντες τὰς τῶν Ἀθηναίων τριήρεις οὔσας πλείους τε πολλῷ ἢ πρότερον
καὶ πρὸς τῷ λιμένι , ἔφυγον εἰς τὴν γῆν · [0]
-
καὶ συνορμίσαντες τὰς ναῦς ἐμάχοντο ἐπιπλέουσι τοῖς ἐναντίοις .
-
Ἀλκιβιάδης δὲ ταῖς εἴκοσι τῶν νεῶν περιπλεύσας ἀπέβη εἰς τὴν γῆν .
-
ἰδὼν δὲ ὁ Μίνδαρος , καὶ αὐτὸς ἀποβὰς ἐν τῇ γῇ μαχόμενος ἀπέθανεν ·
-
οἱ δὲ μετʼ αὐτοῦ ὄντες ἔφυγον .
-
τὰς δὲ ναῦς οἱ Ἀθηναῖοι ᾤχοντο ἄγοντες ἁπάσας εἰς Προκόννησον πλὴν τῶν Συρακοσίων
·
-
ἐκείνας δὲ αὐτοὶ κατέκαυσαν οἱ Συρακόσιοι .
-
ἐκεῖθεν δὲ τῇ ὑστεραίᾳ ἔπλεον οἱ Ἀθηναῖοι ἐπὶ Κύζικον .
-
οἱ δὲ Κυζικηνοὶ τῶν Πελοποννησίων καὶ Φαρναβάζου ἐκλιπόντων αὐτὴν ἐδέχοντο τοὺς Ἀθηναίους
·
-
Ἀλκιβιάδης δὲ μείνας αὐτοῦ εἴκοσιν ἡμέρας καὶ χρήματα πολλὰ λαβὼν παρὰ τῶν Κυζικηνῶν
, οὐδὲν ἄλλο κακὸν ἐργασάμενος ἐν τῇ πόλει ἀπέπλευσεν εἰς Προκόννησον .
-
ἐκεῖθεν δʼ ἔπλευσεν εἰς Πέρινθον καὶ Σηλυμβρίαν .
-
καὶ Περίνθιοι μὲν εἰσεδέξαντο εἰς τὸ ἄστυ τὸ στρατόπεδον ·
-
Σηλυμβριανοὶ δὲ ἐδέξαντο μὲν οὔ , χρήματα δὲ ἔδοσαν .
-
ἐντεῦθεν δʼ ἀφικόμενοι τῆς Καλχηδονίας εἰς Χρυσόπολιν ἐτείχισαν αὐτήν , καὶ δεκατευτήριον
κατεσκεύασαν ἐν αὐτῇ , καὶ τὴν δεκάτην ἐξέλεγον τῶν ἐκ τοῦ Πόντου πλοίων , καὶ φυλακὴν
ἐγκαταλιπόντες ναῦς τριάκοντα καὶ στρατηγὼ δύο , Θηραμένην καὶ Εὔμαχον , τοῦ τε χωρίου
ἐπιμελεῖσθαι καὶ τῶν ἐκπλεόντων πλοίων καὶ εἴ τι ἄλλο δύναιντο βλάπτειν τοὺς πολεμίους
.
-
οἱ δʼ ἄλλοι στρατηγοὶ εἰς τὸν Ἑλλήσποντον ᾤχοντο .