Skip to the content.
Latin 301/303 Translation assignment 2
Chapter 2.5 Subordinate Clauses with the Subjunctive and Optative Moods
-
ἔνθα δὴ ὁ Ἀγησίλαος ἡγήσατο μάχην συνάψαι , εἰ δύναιτο .
-
οἱ μὲν Λακεδαιμόνιοι ἀθύμως ἀπῇσαν , οἱ δὲ Θηβαῖοι μάλα ὑβριστικῶς , εἰ καὶ μικρόν
τις τῶν χωρίων του ἐπιβαίη , ἐδίωκον εἰς τὰς ὁδούς .
-
πᾶσαι γὰρ τότε αἱ πόλεις ἐπείθοντο ὅ τι Λακεδαιμόνιος ἀνὴρ ἐπιτάττοι .
-
ἠρώτα ἐπὶ τίσιν ἂν σύμμαχος γένοιτο .
-
ἔρχεται δʼ αὐτῷ ἀπὸ τῶν οἴκοι τελῶν ἄρχειν καὶ τοῦ ναυτικοῦ ὅπως γιγνώσκοι καὶ καταστήσασθαι
ναύαρχον ὅντινα αὐτὸς βούλοιτο .
-
οἷς δὲ ταῦτα ἀρέσκοι κάλαμον φέρειν ἐδόκει , ἵνα ἀλλήλους μάθοιεν ὁπόσοι εἴησαν .
-
προεῖπεν ὅσους τε δέοι ἑκασταχόθεν πέμπεσθαι καὶ ὅπου παρεῖναι , αὐτὸς δʼ ἐβουλήθη
θῦσαι ἐν Αὐλίδι , ἔνθαπερ ὁ Ἀγαμέμνων ὅτʼ εἰς Τροίαν ἔπλει ἐθύετο .
-
οἱ μέντοι Θηβαῖοι εἶπαν ὅτι οὐκ ἂν ὑποδοῖεν τοὺς νεκρούς , εἰ μὴ ἐφʼ ᾧτε ἀπιέναι ἐκ
τῆς χώρας . [0] [1]
-
τό τε γὰρ ἐκ τοῦ ἐμφανοῦς ἐπιχειρῆσαι σφαλερὸν ἐδόκει εἶναι , μὴ εἰς τὰ ὅπλα ὁρμήσωσι
.
-
εἰ δʼ ἀποτειχισθείη ἐκ θαλάττης εἰς θάλατταν , ἔφασαν καὶ ἂν ἐργάζεσθαι ὁπόσα βούλοιντο
Λακεδαιμόνιοι ·
-
Λύσανδρος μετεπέμψατο Ἐτεόνικον ἐκ Χίου σὺν ταῖς ναυσί , καὶ τὰς ἄλλας πάσας συνήθροισεν
, εἴ πού τις ἦν , καὶ ταύτας τʼ ἐπεσκεύαζε καὶ ἄλλας ἐν Ἀντάνδρῳ ἐναυπηγεῖτο .
-
τούτους δὲ λέγειν ἔφασαν ὡς νῦν μὲν οὐ δύναιντο τὴν Χερρόνησον ἐργάζεσθαι .
-
Θράσυλλος δὲ ἀμφότερα ἔφη γενέσθαι , ἂν τὰς μὲν αὐτοῦ καταλίπωσι , ταῖς δὲ ἐπὶ τοὺς
πολεμίους πλέωσι ·
-
λέγειν δʼ αὐτὸν ἔφη ὅτι καὶ ταῦτα ὅπλα πάντʼ εἴη ὁπόσοις ἄνθρωποι καὶ γῆν καὶ ξύλα
καὶ λίθους ἐργάζονται .
-
ὁ δὲ ναύαρχος κατὰ θάλατταν ἐφύλαττεν ὅπως μηδὲν εἰσπλέοι αὐτοῖς τῶν ἐπιτηδείων .
-
Φαρνάβαζος δὲ τέως μὲν κατεῖχε τοὺς πρέσβεις , ὡς μηδὲν μέμψωνται .
-
καὶ ὁ Δερκυλίδας μέντοι ἔλεγεν ὡς τῶν δικαίων οὐδενὸς ἀτυχήσοι .
-
μετὰ ταῦτα δὲ οἱ στρατηγοὶ βραχέως ἕκαστος ἀπελογήσατο , καὶ διηγοῦντο ὅτι αὐτοὶ μὲν
ἐπὶ τοὺς πολεμίους πλέοιεν , τὴν δὲ ἀναίρεσιν τῶν ναυαγῶν προστάξαιεν τῶν τριηράρχων
ἀνδράσιν ἱκανοῖς , Θηραμένει καὶ Θρασυβούλῳ καὶ ἄλλοις τοιούτοις ·
-
ἐκέλευσε λαβεῖν τούτων ὁπόσους τε καὶ ὁποίους βούλοιτο .
-
ἔδοξε δʼ αὐτοῖς , ὅπως ἔχοιεν καὶ τοῖς φρουροῖς χρήματα διδόναι , καὶ τῶν μετοίκων
ἕνα ἕκαστον λαβεῖν , καὶ αὐτοὺς μὲν ἀποκτεῖναι , τὰ δὲ χρήματα αὐτῶν ἀποσημήνασθαι
.
-
οἱ δέ ἔφασαν , ὅτι αὐτοῖς κακῶν μόνος αἴτιος εἴη , τῶν τε φοβερῶν μόνος κινδυνεύσαι
ἡγεμὼν καταστῆναι .
-
εὔδηλον γὰρ ἦν ὅτι καὶ οἱ μέτοικοι ἅπαντες πολέμιοι τῇ πολιτείᾳ ἔσοιντο .
-
οἱ στρατιῶται ἐνόμισαν οὐδὲν διοίσειν τὸν πόλεμον ἢ εἰ γυναιξὶ δέοι μάχεσθαι . [0]
-
ὁ μέντοι Τισσαφέρνης οὐκ ἐβούλετο μάχεσθαι , ἀλλὰ εἶπεν ὅτι εἰς λόγους βούλοιτο αὐτῷ
ἀφικέσθαι .
-
ἐπεμνήσθη τις τῶν περὶ τὸν Ἄρακον ὅτι καταλελοίποιεν πρέσβεις τῶν Χερρονησιτῶν ἐν
Λακεδαίμονι .
-
ἐν δὲ τῇ πόλει οὐ συνελάμβανον αὐτόν , ὅτι τὸ πρᾶγμα οὐκ ᾔδεσαν ὁπόσον τὸ μέγεθος
εἴη .
-
εἰς μὲν τὰς πόλεις οὐκ ἐδέχοντο αὐτόν , εἰς Λακεδαίμονα δὲ ἔπεμπον πρέσβεις , καὶ
ἠξίουν , ἐπεὶ πάσης τῆς Ἑλλάδος προστάται εἰσίν , ἐπιμεληθῆναι καὶ σφῶν τῶν ἐν τῇ
Ἀσίᾳ Ἑλλήνων , ὅπως ἥ τε χώρα μὴ δῃοῖτο αὐτῶν καὶ αὐτοὶ ἐλεύθεροι εἶεν .
-
οἱ τῶν Ἀθηναίων πρέσβεις , καὶ ἐπειδὴ Κῦρον εἶδον , ἐβούλοντο μὲν μάλιστα παρὰ βασιλέα
ἀναβῆναι , εἰ δὲ μή , οἴκαδε ἀπελθεῖν . ἐβούλοντο [0]
-
ὁ οὖν Δερκυλίδας πρὸς μὲν ἐκείνους οὐκ εἶπεν ἣν ἔχοι γνώμην , ἀλλʼ ἔπεμψεν αὐτοὺς
ἐπʼ Ἐφέσου διὰ τῶν Ἑλληνίδων πόλεων .
-
οἱ δʼ ἔφοροι Σαμίῳ τῷ τότε ναυάρχῳ ἐπέστειλαν ὑπηρετεῖν Κύρῳ , εἴ τι δέοιτο .
-
ἀπωλοφύροντο τὴν ἑαυτῶν συμφοράν , ὡς ἀδίκως φεύγοιεν ἅπαντες παρὰ τὸν νόμον ·
-
ἆθλα δὲ προύθηκε ταῖς τε ὁπλιτικαῖς τάξεσιν , ἥτις ἄριστα σωμάτων ἔχοι , καὶ ταῖς
ἱππικαῖς , ἥτις κράτιστα ἱππεύοι ·
-
ἀπέπλει ὅπως ἀναλάβοι τὰς μετὰ Δωριέως .
-
καὶ σὺν μὲν ταύτῃ τῇ στρατιᾷ Θίβρων εἰς τὸ πεδίον οὐ κατέβαινεν , ἠγάπα δὲ εἰ δύναιτο
ταύτην τὴν χώραν ἀδῄωτον διαφυλάττειν .
-
Λύσανδρος δὲ τούς τε φρουροὺς τῶν Ἀθηναίων καὶ εἴ τινά που ἄλλον ἴδοι Ἀθηναῖον , ἀπέπεμπεν
εἰς τὰς Ἀθήνας . ἀπέπεμπεν αὐτόν
-
ἔρχονται ἐκ τοῦ τείχους παρὰ τῶν Ἑλλήνων κήρυκες , καὶ εἶπον ὅτι ἃ μὲν ὁ ἄρχων ποιοίη
οὐκ ἀρέσκοι σφίσιν , αὐτοὶ δὲ βούλοιντο σὺν τοῖς Ἕλλησι μᾶλλον ἢ σὺν τῷ βαρβάρῳ εἶναι
. βούλοιντο εἶναι
-
ἐπεὶ δὲ ἧκε τετάρτῳ μηνί , ἀπήγγειλεν ἐν ἐκκλησίᾳ ὅτι αὐτὸν Λύσανδρος τέως μὲν κατέχοι
, εἶτα κελεύοι εἰς Λακεδαίμονα ἰέναι ·
-
ταύτην μὲν οὖν τὴν ἡμέραν αὐτοῦ ἔμειναν , τῇ δὲ ὑστεραίᾳ Ἀλκιβιάδης παρεκελεύετο αὐτοῖς
ὅτι ἀνάγκη εἴη καὶ ναυμαχεῖν καὶ πεζομαχεῖν καὶ τειχομαχεῖν ·
-
ἐλογίζοντο δὲ καὶ τὸ ἱππικὸν ὡς τὸ μὲν ἀντίπαλον πολύ , τὸ δὲ αὑτῶν ὀλίγον εἴη , τὸ
δὲ μέγιστον , ὅτι οἱ νεκροὶ ὑπὸ τῷ τείχει ἔκειντο , ὥστε οὐ -δὲ διὰ τοὺς ἀπὸ τῶν πύργων
ῥᾴδιον εἴη ἀνελέσθαι . εἴη ἐλογίζοντο ,
-
εἶπον δὲ ὅτι τοῖς τέλεσι τῶν Λακεδαιμονίων δίκαιον δοκοίη εἶναι ἀφιέναι αὐτοὺς τὰς
περιοικίδας πόλεις αὐτονόμους .
-
οἱ οὖν περὶ τὸν Θηραμένην παρεσκεύασαν ἀνθρώπους πολλοὺς ἐν ταύτῃ τῇ ἑορτῇ , ἵνα πρὸς
τὴν ἐκκλησίαν ἥκοιεν .
-
ἐκέλευον δὲ καὶ τὸν Θηραμένην λαβεῖν ὅντινα βούλοιτο .
-
Ἀγησίλαος δὲ μάλα φαιδρῷ τῷ προσώπῳ ἀπαγγεῖλαι Τισσαφέρνει τοὺς πρέσβεις ἐκέλευσεν
ὡς πολλὴν χάριν αὐτῷ ἔχοι , ὅτι αὐτὸς μὲν πολεμίους τοὺς θεοὺς ἐκτήσατο , τοῖς δʼ
Ἕλλησι συμμάχους ἐποίησεν .
-
συνεστρατεύετο δὲ τῷ Φαρναβάζῳ καὶ ὁπότε εἰς Μυσοὺς ἢ Πισίδας ἐμβάλοι , ὅτι τὴν βασιλέως
χώραν κακουργοῦσιν .
-
εἰ δέ τινες φοβοῖντο τῶν ἐξ ἄστεως , ἔδοξεν αὐτοῖς Ἐλευσῖνα κατοικεῖν .
-
ἐν δὲ τῷ χρόνῳ τούτῳ ἠγγέλθη τοῖς τῶν Συρακοσίων στρατηγοῖς οἴκοθεν ὅτι φεύγοιεν ὑπὸ
τοῦ δήμου .
-
Λύσανδρος δὲ προεῖπεν ὡς μηδεὶς κινήσοιτο ἐκ τῆς τάξεως .
-
καὶ προεῖπεν αὐτοῖς ὡς εὐθὺς ἡγήσοιτο τὴν συντομωτάτην ἐπὶ τὰ κράτιστα τῆς χώρας ,
ὅπως αὐτόθεν οὕτω τὰ σώματα καὶ τὴν γνώμην παρασκευάζοιντο .