Skip to the content.
Latin 301/303 Translation assignment 2
Chapter 2.4 Relative Clauses
-
ἐλέγετο δὲ καὶ ἄλλα πολλά , καὶ ἔδοξεν ἀποκτεῖναι τῶν αἰχμαλώτων ὅσοι ἦσαν Ἀθηναῖοι
πλὴν Ἀδειμάντου , ὅτι μόνος ἐπελάβετο ἐν τῇ ἐκκλησίᾳ τοῦ περὶ τῆς ἀποτομῆς τῶν χειρῶν
ψηφίσματος .
-
ὅσοι δὲ ἦσαν ἀπὸ Πριήνης τε καὶ Ἀχιλλείου καὶ ἀπὸ νήσων καὶ τῶν Ἰωνικῶν πόλεων , οἱ
μέν τινες ἀπεδίδρασκον .
-
οὐκέτι ἀνέμενε τὸ ἀπὸ Λακεδαίμονος στράτευμα , ἀλλὰ σὺν οἷς εἶχεν ᾔει πρὸς τὸ τεῖχος
τῶν Ἁλιαρτίων .
-
προεῖπεν ὅσους τε δεῖ ἑκασταχόθεν πέμπεσθαι καὶ ὅπου παρεῖναι .
-
ὁ δὲ ἀπήγαγεν εἰς Κίον τῆς Μυσίας , ὅθεν πρὸς τὸ ἄλλο στρατόπεδον ἀπέπλευσαν .
-
τῇ δʼ ὑστεραίᾳ ἐκκλησίαν ἐποίησαν , ἐν ᾗ ἔδοξε τούς τε λιμένας ἀποχῶσαι πλὴν ἑνὸς
καὶ τὰ τείχη εὐτρεπίζειν καὶ φυλακὰς ἐφιστάναι καὶ τ- ἆλλα πάντα ὡς εἰς πολιορκίαν
παρασκευάζειν τὴν πόλιν .
-
ἐπεὶ δʼ ἔπραξαν ἃ ἐβούλοντο οἱ Λακεδαιμόνιοι , ποίας ἢ ἀρχῆς ἢ τιμῆς ἢ ποίων χρημάτων
μεταδεδώκασιν αὐτοῖς ;
-
ὅσοι μὲν γὰρ ἐπεποιήκεσάν τι βιαιότερον καὶ ἐφοβοῦντο , ἐντόνως ἔλεγον .
-
πείσεσθαι ἐνόμισαν οἷα ἐποίησαν Μηλίους τε Λακεδαιμονίων ἀποίκους , καὶ Ἱστιαιέας
καὶ Σκιωναίους καὶ Τορωναίους καὶ Αἰγινήτας καὶ ἄλλους πολλοὺς τῶν Ἑλλήνων .
-
τὸ πρᾶγμα οὐκ ᾔδεσαν ὁπόσον τὸ μέγεθος ἤν .
-
ὅσον μὲν δὴ ἦν ἐκ Πελοποννήσου στράτευμα , ἡσυχίαν εἶχε καὶ παρεσκευάζετο .
-
τις εἶχε καὶ ὅθεν ὁ κατὰ θάλατταν σῖτος φοιτᾷ .
-
καὶ συνέλεξε ἐκεῖ ὅσον ἐδύνατο τοῦ στρατεύματος πλεῖστον , καὶ εἰς Ἔφεσον τὸν στόλον
ἐποιεῖτο . συλλέγειν
-
καὶ οὐ πολλῷ χρόνῳ ὕστερον μετέμελε τοῖς Ἀθηναίοις , καὶ ἐψηφίσαντο , οἵτινες τὸν
δῆμον ἐξηπάτησαν , προβολὰς αὐτῶν εἶναι , καὶ ἐγγυητὰς καταστῆσαι , εἶναι δὲ καὶ Καλλίξενον
τούτων .
-
καὶ χειμὼν ἐπῄει , ἐν ᾧ οἱ αἰχμάλωτοι Συρακόσιοι νυκτὸς ᾤχοντο εἰς Δεκέλειαν , οἱ
δʼ εἰς Μέγαρα . ᾤχοντο
-
ὅστις δὲ μηδετέροις ἀρέσκει , τοῦτον τί ποτε καὶ καλέσαι χρή ;
-
καίτοι τοσούτῳ μὲν δεινότερον προδοσία πολέμου , ὅσῳ χαλεπώτερον φυλάξασθαι τὸ ἀφανὲς
τοῦ φανεροῦ , τοσούτῳ δʼ ἔχθιον , ὅσῳ πολεμίοις μὲν ἄνθρωποι καὶ σπένδονται καὶ αὖθις
πιστοὶ γίγνονται , τούτῳ δʼ οὔ -τε ἐσπείσατο πώποτε οὐδεὶς οὔ -τʼ ἐπίστευσε τοῦ λοιποῦ
. ἐστιν ἐστιν
-
τοσοῦτον δʼ εἶχε εἰπεῖν ὑπὲρ ἀμφοτέρων , ὅτι ὁ χειμὼν διεκώλυσε μηδὲν πρᾶξαι ὧν οἱ
στρατηγοὶ παρεσκευάσαντο .
-
καὶ ὁ ἐνιαυτὸς ἔληγεν οὗτος , ἐν ᾧ Μῆδοι καὶ πάλιν προσεχώρησαν αὐτῷ .
-
ἐκέλευε ναυπηγεῖσθαι τριήρεις ἐν Ἀντάνδρῳ ὅσας ἕκαστοι ἀπώλεσαν .
-
τῷ δὲ ἄλλῳ ἔτει ᾧ ἦν Ὀλυμπιὰς τρίτη καὶ ἐνενηκοστή , Ἀθηναῖοι μὲν Θορικὸν ἐτείχισαν
, Θράσυλλος δὲ ἐξέπλευσεν εἰς Σάμον .
-
ἡ δʼ ἐπεὶ κυρία τῆς χώρας ἐγένετο , τούς τε φόρους οὐδὲν ἧττον τἀνδρὸς ἀπεδίδου ,
καὶ πρὸς τούτοις ἀεὶ ἦγε δῶρα αὐτῷ , καὶ πολὺ πάντων τῶν ὑπάρχων κάλλιστα καὶ ἥδιστα
ἐδέχετο αὐτόν , καὶ ἅς τε παρέλαβε πόλεις διεφύλαττεν αὐτῷ καὶ τῶν οὐχ ὑπηκόων προσέλαβεν
ἐπιθαλαττιδίας Λάρισάν τε καὶ Ἁμαξιτὸν καὶ Κολωνάς .
-
ἐκ δὲ τούτου Κῦρος ἠξίου , οἷόσπερ αὐτὸς Λακεδαιμονίοις ἦν ἐν τῷ πρὸς Ἀθηναίους πολέμῳ
, τοιούτους καὶ Λακεδαιμονίους αὐτῷ γίγνεσθαι .
-
ἐπεὶ δὲ οἱ μετὰ Κύρου συνέμειξαν αὐτῷ , ἐκ τούτου ἤδη καὶ ἐν τοῖς πεδίοις ἀντετάττετο
τῷ Τισσαφέρνει , καὶ πόλεις Πέργαμον μὲν ἑκοῦσαν προσέλαβε καὶ Τευθρανίαν καὶ Ἁλίσαρναν
, ὧν Εὐρυσθένης τε καὶ Προκλῆς ἦρχον οἱ ἀπὸ Δαμαράτου τοῦ Λακεδαιμονίου .
-
οἱ ἔφοροι καὶ οἱ ἔκκλητοι ἐξέπεμψαν πεντεκαίδεκα ἄνδρας εἰς τὰς Ἀθήνας , καὶ ἐπέταξαν
σὺν Παυσανίᾳ διαλλάξαι ὅπῃ δύναιντο κάλλιστα .
-
καὶ πόσαι αὐτῷ οἰκίαι ἦσαν ;
-
παρεσκεύασαν ὅπλα τε ὅσα ἔλαβον καὶ σκεύη .
-
ἐπιστολὴν ἐπεδείκνυε μαρτύριον ἣν ἔπεμψαν οἱ στρατηγοὶ εἰς τὴν βουλὴν καὶ εἰς τὸν
δῆμον .
-
συνέγραψε νόμους , καθʼ οὕστινας πολιτεύσονται .
-
κατὰ δὲ τὴν παραγγελίαν ἐρρίπτουν πάντες ὅσοι εἶχον τοὺς καλάμους .
-
ἐδίδασκε τοὺς ἐν Πειραιεῖ οἷα χρὴ . πράττειν
-
καὶ ἄλλα τε πολλὰ χρήματα ἐλήφθη , ἃ ηὗρε πλέον ἢ ἑβδομήκοντα τάλαντα , καὶ αἱ κάμηλοι
δὲ τότε ἐλήφθησαν , ἃς Ἀγησίλαος εἰς τὴν Ἑλλάδα ἀπήγαγεν . ἐλήφθη
-
πῶς τούτου χρή ποτε φείσασθαι ;
-
τί δεῖ ἄλλον σατράπην καθιστάναι ;
-
ἐπεὶ μέντοι Τισσαφέρνης σατράπης κατεπέμφθη ὧν τε αὐτὸς πρόσθεν ἦρχε καὶ ὧν Κῦρος
, εὐθὺς ἠξίου τὰς Ἰωνικὰς πόλεις ἁπάσας ἑαυτῷ ὑπηκόους εἶναι . ἦρχε
-
οἱ δὲ λοιποὶ στρατηγοὶ συνεχώρησαν πρὸς Φαρνάβαζον ὑπὲρ Καλχηδόνος εἴκοσι τάλαντα
δοῦναι Ἀθηναίοις Φαρνάβαζον καὶ ὡς βασιλέα πρέσβεις Ἀθηναίων ἀναγαγεῖν , καὶ ὅρκους
ἔδοσαν καὶ ἔλαβον παρὰ Φαρναβάζου ὑποτελεῖν τὸν φόρον Καλχηδονίους Ἀθηναίοις ὅσονπερ
εἰώθεσαν , Ἀθηναίους δὲ μὴ πολεμεῖν Καλχηδονίοις . ἀποδοῦναι
-
οἱ δʼ ἐκ τῆς πόλεως ἐβοήθησαν οἵ τε σύμμαχοι οὓς Τισσαφέρνης ἤγαγε .
-
ὅ γε μὴν τῆς Ἀσίας βασιλεὺς νῦν τί διάφορον πάσχει ἢ εἰ κατεπολέμησεν αὐτούς ; πάσχει
ἄν
-
οἱ δʼ ἐκ τοῦ ἄστεως πρῶτον μὲν συνετάξαντο , ὥστε ἐμπλῆσαι τὴν ὁδὸν ἣ φέρει πρός τε
τὸ ἱερὸν τῆς Μουνιχίας Ἀρτέμιδος καὶ τὸ Βενδίδειον .
-
ἔδοξε τῷ δήμῳ τριάκοντα ἄνδρας ἑλέσθαι , οἳ τοὺς πατρίους νόμους συγγράψουσι , καθʼ
οὓς πολιτεύσουσι .