Skip to the content.
Latin 301/303 Translation assignment 2

Chapter 2.3 Infinitives

  1. αὐτὸς μὲν πεζῇ ἦλθεν εἰς Σηστόν , τὰς δὲ ναῦς περιπλεῖν ἐκεῖσε ἐκέλευσεν .
  2. ἔδοξε δέχεσθαι τὴν εἰρήνην .
  3. καὶ τὸ τελευταῖον ἐψηφίσαντο ἐκείνους μὲν καταπαῦσαι , ἄλλους δὲ ἑλέσθαι .
  4. οἱ δʼ ἐκέλευον ἐκείνους ἄρχειν , καὶ μάλιστα οἱ τριήραρχοι καὶ οἱ ἐπιβάται καὶ οἱ κυβερνῆται .
  5. Θηραμένης εἶπεν ἐν ἐκκλησίᾳ ὅτι , εἰ βούλονται αὐτὸν πέμψαι παρὰ Λύσανδρον , ἥξει .
  6. Φαρνάβαζος μὲν οὖν εὐθὺς ἀπῄει , καὶ τοὺς παρὰ βασιλέα πρέσβεις ἀπαντᾶν ἐκέλευσεν εἰς Κύζικον .
  7. Ἀλκιβιάδης δὲ ἐβούλετο μετὰ τῶν στρατιωτῶν ἀποπλεῖν οἴκαδε .
  8. κατέλιπε ἐπὶ ταῖς ναυσὶν Ἀντίοχον τὸν αὑτοῦ κυβερνήτην , καὶ ἐπέστειλε μὴ ἐπιπλεῖν ἐπὶ τὰς Λυσάνδρου ναῦς .
  9. ᾤοντο γὰρ ἀνδραποδισθήσεσθαι καὶ πολλοὺς τῷ λιμῷ ἀπολεῖσθαι .
  10. Λύσανδρος δὲ τὰς ταχίστας τῶν νεῶν ἐκέλευσεν ἕπεσθαι τοῖς Ἀθηναίοις .
  11. ἐνόμιζον δὲ οὐδεμίαν εἶναι σωτηρίαν .
  12. ὁ δὲ αὐτῷ εἶπε δύο ἡμέρας ἐπισχεῖν .
  13. καὶ εἶπεν ἀθλιωτάτους εἶναι τοὺς Ἕλληνας , φάσκε τε κατά γε τὸ αὑτοῦ δυνατὸν διαλλάξειν Ἀθηναίους καὶ Λακεδαιμονίους .
  14. Καλλικρατίδας δὲ φεύγειν αἰσχρὸν ἔφη εἶναι .
  15. ἔλεγεν δὲ θανάτῳ ζημιῶσαι καὶ τοῖς ἕνδεκα παραδοῦναι καὶ τὰ χρήματα δημοσιεῦσαι , τὸ δʼ ἐπιδέκατον τῆς θεοῦ εἶναι .
  16. οὐ γὰρ ἂν ἔφη ζῆν βούλεσθαι .
  17. καὶ ἐνόμισε ἀθυμοτέραν καὶ τὴν προσβολὴν ἔσεσθαι .
  18. τὸν μὲν οὖν Φαρνάβαζον ἐξηγγέλλετο μάχεσθαι κελεύειν .
  19. καὶ τούτῳ πάντας ἐνόμιζε ὁμοίους εἶναι τοὺς Ἕλληνας , καὶ οὐκ ἐβούλετο μάχεσθαι .
  20. ἐπιδεικνύναι δʼ αὐτὸν ἔφη ἐν ταῖς ὁδοῖς ἔνθα μὲν ἕνα , ἔνθα δὲ δύο πολεμίους , τοὺς δʼ ἄλλους ἅπαντας συμμάχους . ἐπιδεικνύναι εἶναι
  21. ἔδοξε δὲ καὶ τοῖς τῶν Ἀθηναίων στρατηγοῖς ἑπτὰ μὲν καὶ τετταράκοντα ναυσὶ Θηραμένην τε καὶ Θρασύβουλον τριηράρχους καὶ τῶν ταξιάρχων τινὰς πλεῖν ἐπὶ τὰς ναῦς καὶ τοὺς ἐπʼ αὐτῶν ἀνθρώπους .
  22. ἐπεὶ δʼ ἐκεῖ ἦσαν , ἔδοξεν αὐτοῖς ἱκανὰς φυλακὰς διαβαίνειν πάλιν ἐπὶ τὴν Ἰωνίαν .
  23. ἔδοξε τούς τε λιμένας ἀποχῶσαι πλὴν ἑνὸς καὶ τὰ τείχη εὐτρεπίζειν καὶ φυλακὰς ἐφιστάναι καὶ τ- ἆλλα πάντα εἰς πολιορκίαν παρασκευάζειν τὴν πόλιν .
  24. ὁ δὲ καλῶς μὲν ἔφη αὐτοὺς λέγειν , οὐ δυνατὸν δʼ εἶναι αὐτῷ ἄλλα ποιεῖν .
  25. εὐθὺς ἠξίου τὰς Ἰωνικὰς πόλεις ἁπάσας ἑαυτῷ ὑπηκόους εἶναι .
  26. τὸ μέντοι καὶ μεθʼ ἵππων καὶ μετʼ ἀσπίδων ὠφελεῖν διὰ τούτων τὴν πολιτείαν πρόσθεν ἄριστον ὑπελάμβανεν εἶναι .
  27. καὶ ὁ Φαρνάβαζος παρεβοήθει , καὶ ἐπέσβη τῷ ἵππῳ εἰς τὴν θάλατταν μέχρι δυνατὸν ἦν .
  28. καὶ ἔδοξε τῷ δικαστηρίῳ δῆσαι τὸν Ἐρασινίδην .
  29. οἱ δʼ οὐκ ἔφασαν δεῖν στασιάζειν πρὸς τὴν ἑαυτῶν πόλιν .
  30. ἅμα δὲ εἰς τὰς ναῦς ἐσήμηνεν εἰσβαίνειν .
  31. ὁ δʼ Ἀγησίλαος ἀντὶ τοῦ ἐπὶ Καρίαν ἰέναι εὐθὺς ἐπὶ Φρυγίας ἐπορεύετο .
  32. Κόνων δʼ ἐσήμηνεν εἰς τὰς ναῦς βοηθεῖν κατὰ κράτος .
  33. οὐ γὰρ νόμος αὐτοῖς δὶς τὸν αὐτὸν ναυαρχεῖν . ἐστιν
  34. εἶναι γὰρ χρήματα πολλὰ καὶ βασιλεῖ καὶ ἑαυτῷ ἔφη , ὥστε τούτου ἕνεκεν πολλὰς πληροῦν .
  35. Ἀθηναῖοι ἔμελλον διὰ τὸ ἐπιλελοιπέναι τὸν σῖτον ἅπαντα ὁμολογήσειν .
  36. χαλεπὸν ἂν τὸ ἐπιβαίνειν ποι τῆς χώρας . ἐστιν
  37. ἐγένετο δὲ ψήφισμα μὴ ἐξεῖναι περὶ τούτων συμβουλεύειν .
  38. καὶ εὐθὺς μὲν τοσούτῳ διέφερεν εἰς τὸ ἄρχειν τοῦ Θίβρωνος ὥστε παρήγαγε τὸ στράτευμα διὰ τῆς φιλίας χώρας μέχρι τῆς Φαρναβάζου Αἰολίδος .
  39. ἔστι δὲ ἐν τοῖς καινοῖς νόμοις τῶν μὲν ἐν τοῖς τρισχιλίοις μηδένα ἀποθνῄσκειν ἄνευ τῆς ψήφου , τῶν δʼ ἔξω τοῦ καταλόγου κυρίους εἶναι τοὺς τριάκοντα θανατοῦν . τινα
  40. οἱ δὲ λοιποὶ ἄρχοντες καὶ διὰ τὸ τοιαῦτα προσακούειν τοὺς μεθʼ αὑτῶν ἀπήγαγον εἰς τὸ ἄστυ .
  41. οὗτος γὰρ ἐξ ἀρχῆς προπετέστατος ἐγένετο τὴν δημοκρατίαν μεταστῆσαι εἰς τοὺς τετρακοσίους , καὶ ἐπρώτευεν ἐν ἐκείνοις .
  42. ἔδοξεν αὐτοῖς Ἐλευσῖνα κατοικεῖν .
  43. ἕτοιμος ἦν κοινῇ πολεμεῖν καὶ συμμάχεσθαι καὶ συνεκβάλλειν τοὺς Ἕλληνας ἐκ τῆς βασιλέως .
  44. Ἑρμοκράτης δὲ πρὶν αἰτῆσαι χρήματα μὲν ἐλάμβανε , παρεσκευάζετο δὲ πρὸς τὴν εἰς Συρακούσας κάθοδον ξένους τε καὶ τριήρεις .
  45. ἐπεὶ δὲ ὡσιώθησαν αἱ ἡμέραι , καὶ ἔδει βασιλέα καθίστασθαι , ἀντέλεγον περὶ βασιλείας Λεωτυχίδης καὶ Ἀγησίλαος ἀδελφός .
  46. ἐλέγετο δὲ καὶ ἄλλα πολλά , καὶ ἔδοξεν ἀποκτεῖναι τῶν αἰχμαλώτων τοὺς Ἀθηναίους πλὴν Ἀδειμάντου , ὅτι μόνος ἐπελάβετο ἐν τῇ ἐκκλησίᾳ τοῦ περὶ τῆς ἀποτομῆς τῶν χειρῶν ψηφίσματος .
  47. οὐκ ἔφη οὐδένʼ ἂν Ἑλλήνων ἀνδραποδισθῆναι .
  48. Κῦρος δὲ ἀεὶ ἀνεβάλλετό αὐτῷ διαλεχθῆναι , Καλλικρατίδας δʼ ἐπὶ τὰς ἐκείνου θύρας φοιτᾶν οὐκ ἐδύνατο ἑαυτόν πεῖσαι .
  49. Διομέδων μὲν ἐκέλευεν ἅπαντας ἀναιρεῖσθαι τὰ ναυάγια καὶ τοὺς ναυαγούς , Ἐρασινίδης δʼ ἐπὶ τοὺς πρὸς Μυτιλήνην πολεμίους τὴν ταχίστην πλεῖν ἅπαντας . ἐκέλευεν
  50. ἀνάγκη τοῖς οἴκοι ἄρχουσι πείθεσθαι ἐστιν .
  51. κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ ἐν Ἡρακλείᾳ τῇ Τραχινίᾳ Ἀχαιοὶ τοὺς ἐποίκους προέδοσαν , ὥστε ἀπολέσθαι αὐτῶν πρὸς ἑπτακοσίους σὺν τῷ ἐκ Λακεδαίμονος ἁρμοστῇ Λαβώτῃ .
  52. ὁ Μειδίας εἴασεν αὐτὸν εἰσιέναι .
  53. ἡ δὲ τῆς βουλῆς ἦν μιᾷ ψήφῳ ἅπαντας κρίνειν .
  54. οὐ μέντοι ἐθαύμαζον γε τὸ Κριτίαν παρανενομηκέναι .
  55. καλλίστη μὲν γὰρ δήπου δοκεῖ πολιτεία εἶναι ἡ Λακεδαιμονίων .
  56. καὶ ἔδοξε τῷ δικαστηρίῳ δῆσαι τὸν Ἐρασινίδην .
  57. οὐ γὰρ ἔφη εἶναι κύριος αὐτός .
  58. καὶ τοῦτο δεῖ εἰπεῖν .
  59. ἔδοξε δὲ ἀναβαλέσθαι εἰς ἑτέραν ἐκκλησίαν ( τότε γὰρ ὀψὲ ἦν καὶ τὰς χεῖρας οὐκ ἂν καθεώρων ) .
  60. αὐτὸς δʼ , ἐπειδὴ ἐκεῖνοι κατέπλεον , ἔθυε τὰ εὐαγγέλια , καὶ τοῖς στρατιώταις παρήγγειλε δειπνοποιεῖσθαι , καὶ τοῖς ἐμπόροις ἀποπλεῖν εἰς Χίον . παρήγγειλε
  61. αἰσχρὸν γάρ ἐστιν ἐκεῖνον περὶ πλείονος ποιεῖσθαι ἢ τὴν ὅλην πόλιν . ποιεῖσθαι
  62. ὁ δὲ αὐτὸν ἐκέλευσεν ἐν Μιλήτῳ τὰς ναῦς παραδοῦναι , καὶ ἔφη ὁμολογήσειν θαλαττοκρατεῖν .
  63. ἐπεὶ δʼ ἐκεῖ ἦσαν , ἔδοξεν αὐτοῖς ἱκανὰς φυλακὰς διαβαίνειν πάλιν ἐπὶ τὴν Ἰωνίαν .
  64. οἳ οὐκ οἴονται καλὴν ἂν ἐγγενέσθαι ὀλιγαρχίαν .
  65. οὗτοι ἤρξαντο ἄνδρας καλούς τε κ- ἀγαθοὺς συλλαμβάνειν .
  66. οἱ τῶν Ἀθηναίων πρέσβεις , καὶ ἐπειδὴ Κῦρον εἶδον , ἐβούλοντο μὲν μάλιστα παρὰ βασιλέα ἀναβῆναι , εἰ δὲ μή , οἴκαδε ἀπελθεῖν . [0]
  67. οἱ δὲ τριάκοντα προεῖπον μὲν τοῖς ἔξω τοῦ καταλόγου μὴ εἰσιέναι εἰς τὸ ἄστυ , ἦγον δὲ ἐκ τῶν χωρίων .
  68. οἱ ἔφοροι ἔπεμψαν πρὸς Δερκυλίδαν , καὶ ἐκέλευον αὐτὸν διαβαίνειν σὺν τῷ στρατεύματι ἐπὶ Καρίαν καὶ Φάρακα τὸν ναύαρχον σὺν ταῖς ναυσὶ παραπλεῖν . ἐκέλευον
  69. οἱ δʼ ἔφοροι Σαμίῳ τῷ τότε ναυάρχῳ ἐπέστειλαν ὑπηρετεῖν Κύρῳ .
  70. ἔξεστι αὐτῷ μὴ στρατεύεσθαι .
  71. αὐτοὶ γὰρ νῦν στρατηγεῖν ἔφησαν οὐκ ἐκεῖνον .
  72. αὐτοὶ δὲ βούλονται σὺν τοῖς Ἕλλησι μᾶλλον ἢ σὺν τῷ βαρβάρῳ εἶναι . βούλονται εἶναι
  73. Κῦρος δὲ τόν τε πατέρα ἔφη ταῦτα ἐπεσταλκέναι καὶ αὐτὸς οὐκ ἄλλʼ ἐγνωκέναι , ἀλλὰ πάντα ποιήσειν .
  74. ὁ δὲ τούς τε φρουροὺς καὶ Καλλίβιον ἁρμοστὴν συνέπραξεν αὐτοῖς πεμφθῆναι .
  75. οἱ δὲ ταῦτά τε ἐπῄνουν καὶ ἐκέλευον αὐτὸν τάξαι τῷ ναύτῃ δραχμὴν Ἀττικήν .
  76. ἐπεὶ γάρ εἰς τὴν γῆν κατέπλευσαν , Διομέδων μὲν ἐκέλευεν ἅπαντας ἀναιρεῖσθαι τὰ ναυάγια καὶ τοὺς ναυαγούς , Ἐρασινίδης δʼ ἐπὶ τοὺς πρὸς Μυτιλήνην πολεμίους τὴν ταχίστην πλεῖν ἅπαντας . ἐκέλευεν
  77. δεῖ δὲ πέμπειν τοῖς ἄλλοις συμμάχοις .
  78. ἔδοξε δὲ καὶ τοῖς τῶν Ἀθηναίων στρατηγοῖς ἑπτὰ καὶ τετταράκοντα ναυσὶ Θηραμένην τε καὶ Θρασύβουλον τριηράρχους καὶ τῶν ταξιάρχων τινὰς πλεῖν ἐπὶ τὰς ναῦς καὶ τοὺς ἐπʼ αὐτῶν ἀνθρώπους .
  79. καὶ ἔτι μηνὸς τὸν μισθὸν προέδωκεν , ὥστε τὸ στράτευμα πολὺ προθυμότερον εἶναι .
  80. οἱ οὖν περὶ τὸν Θηραμένην παρεσκεύασαν ἀνθρώπους πολλοὺς ἐν ταύτῃ τῇ ἑορτῇ , καὶ Καλλίξενον ἔπεισαν ἐν τῇ βουλῇ κατηγορεῖν τῶν στρατηγῶν .
  81. οἱ δʼ ἐκ τοῦ ἄστεως πρῶτον μὲν συνετάξαντο , ὥστε ἐμπλῆσαι τὴν ὁδὸν .
  82. ἠναγκάσθη μὲν θεραπεύειν τοὺς ἐχθίστους .
  83. ἀλλʼ ἔξεστιν , ἔφη , τούτων πίστιν λαβεῖν .
  84. ἐβούλοντο δὲ πολλοὶ τῶν ἰδιωτῶν ἐγγυᾶσθαι .
  85. εἰς τοῦτο ἐκέλευε φανερὰν φέρειν τὴν ψῆφον .
  86. οἱ δὲ ἀπὸ Φυλῆς ἔτι μὲν ἐπεχείρησαν μὴ ἀνιέναι αὐτούς , ἐπεὶ δὲ ὁ κύκλος πολλῆς φυλακῆς ἐδόκει δεῖσθαι , συνεσπειράθησαν ἐπὶ τὴν Μουνιχίαν .
  87. καὶ τοὺς ἄλλους χρὴ εἰς τὸν δῆμον παραδοθῆναι .
  88. καὶ τοῦτο μέντοι χρὴ εὖ εἰδέναι , ὅτι ἡ Λακεδαιμονίων πλεονεξία πολὺ εὐκαταλυτωτέρα ἐστὶ τῆς ἀρχῆς .
  89. ἔλεγεν γὰρ εἶναι χρήματα πολλὰ καὶ βασιλεῖ καὶ ἑαυτῷ .
  90. καὶ οὐ πολλῷ χρόνῳ ὕστερον μετέμελε τοῖς Ἀθηναίοις , καὶ ἐψηφίσαντο προβολὰς αὐτῶν εἶναι , καὶ ἐγγυητὰς καταστῆσαι , εἶναι δὲ καὶ Καλλίξενον τούτων .
  91. δύναται ταύτην τὴν χώραν ἀδῄωτον διαφυλάττειν .
  92. οἱ δὲ πρυτάνεις ὡμολόγουν πάντες προθήσειν πλὴν Σωκράτους τοῦ Σωφρονίσκου .
  93. καὶ ὠργίζετο αὐτοῖς , ἀλλὰ λάθρᾳ ἐδίδασκε τοὺς ἐν Πειραιεῖ πρέσβεις πέμπειν πρὸς ἑαυτὸν καὶ τοὺς ἐφόρους .
  94. Πείσανδρον δὲ τὸν τῆς γυναικὸς ἀδελφὸν ναύαρχον κατέστησε , φιλότιμον μὲν καὶ ἐρρωμένον τὴν ψυχήν , ἀπειρότερον δὲ τοῦ παρασκευάζεσθαι ὡς δεῖ .
  95. περὶ δὲ τῶν τειχῶν τῆς καθαιρέσεως οὐδεὶς ἐβούλετο συμβουλεύειν .
  96. προυκαλοῦντο δὲ τῶν μακρῶν τειχῶν ἐπὶ δέκα σταδίους καθελεῖν ἑκατέρου .
  97. τὰ ζεύγη ἐκέλευσε πάντα ἁμαξιαίους λίθους ἄγειν .
  98. τὴν μὲν οὖν ἡμέραν οὕτως ἀνεῖχον , εἰς δὲ τὴν ἑσπέραν ἐξεβίβαζεν , ὡς μὴ καταδήλους εἶναι τοῖς πολεμίοις .
  99. Τισσαφέρνης γὰρ πολλοῦ ἄξιος βασιλεῖ ἔδοξε γεγενῆσθαι ἐν τῷ πρὸς τὸν ἀδελφὸν πολέμῳ .
  100. τὸ μέντοι καὶ μεθʼ ἵππων καὶ μετʼ ἀσπίδων ὠφελεῖν διὰ τούτων τὴν πολιτείαν πρόσθεν ἄριστον ὑπελάμβανεν εἶναι .
  101. τοῖς δὲ Συρακοσίοις καὶ Σελινουσίοις ἀριστεῖα ἔδωκαν καὶ κοινῇ καὶ ἰδίᾳ πολλοῖς .
  102. τὸν γὰρ σῖτον Κλέαρχον τοῖς Λακεδαιμονίων στρατιώταις διδόναι , καὶ διὰ ταῦτʼ οὖν τοὺς πολεμίους ἔφη εἰσέσθαι , οὐκ ἀργυρίου ἕνεκα οὐ -δὲ διὰ τὸ μισεῖν Λακεδαιμονίους .
  103. τὸν δὲ ἅνδρα ἀεὶ διὰ τῆς πυλίδος ἐπὶ τὴν θάλατταν ἐξιέναι ἐκέλευον .
  104. τοῦ δὲ δήμου ἔνιοι ταῦτα ἐπῄνουν , τὸ δὲ πλῆθος ἐβόα δεινὸν εἶναι .
  105. τούτους μὲν νόμους ἀεὶ ἔμελλον συγγράφειν τε καὶ ἀποδεικνύναι , βουλὴν δὲ καὶ τὰς ἄλλας ἀρχὰς κατέστησαν ὡς ἐδόκει αὐτοῖς .