Skip to the content.
Latin 301/303 Translation assignment 2
Chapter 2.2 Subordinate Clauses with the Indicative Mood
-
ἐπεὶ δʼ ἧκον , ἐκκλησίαν ἐποίησαν .
-
ἐπεὶ δὲ ὁ Θηραμένης παρῆν , ὁ Κριτίας ἔλεξεν ὧδε .
-
ἐπεὶ δʼ ἦλθον , ἐπεισπλεῖ Θηραμένης εἴκοσι ναυσὶν ἀπὸ Μακεδονίας , ἅμα δὲ καὶ Θρασύβουλος
εἴκοσιν ἑτέραις ἐκ Θάσου . ἐπεισπλεῖ
-
ἐπειδὴ δʼ ἐγγὺς τῆς Κυζίκου ἦν , καθορᾷ τὰς τοῦ Μινδάρου ναῦς .
-
Σελινουσίοις δέ , ἐπεὶ ἡ πόλις ἀπωλώλει , καὶ πολιτείαν ἔδοσαν .
-
ὁ δʼ ἐπεὶ εἰσῆλθεν , αὖ ἐπορεύετο πρὸς τὴν ἀκρόπολιν .
-
καὶ οὐ πρότερον ἐξεβίβασεν ἐκ τῶν νεῶν πρὶν αὗται ἧκον .
-
ἀνεμιμνῄσκοντο δὲ καὶ ὡς τὰ ἱερὰ ἔρριψαν ἀπὸ τοῦ βωμοῦ καὶ ὅτι οὐ -δʼ εἰς τὴν Ἀσίαν
Ἀγησιλάῳ συνεστράτευον .
-
οἱ δὲ ταῦτα ἐποίησαν ὡς ἐκέλευσε .
-
βουλὴν δὲ καὶ τὰς ἄλλας ἀρχὰς κατέστησαν ὡς ἐδόκει αὐτοῖς .
-
ὡς δὲ ταῦτα εἶπεν , εἷλκε μὲν ἀπὸ τοῦ βωμοῦ ὁ Σάτυρος , εἷλκον δὲ οἱ ὑπηρέται .
-
αὐτοί τε ἀνελογίζοντο καὶ τοὺς ἄλλους ἐδίδασκον ὡς οὐδὲν δέοιντο τούτων τῶν κακῶν
.
-
Λύσανδρος μετεπέμψατο Ἐτεόνικον ἐκ Χίου σὺν ταῖς ναυσί , καὶ τὰς ἄλλας πάσας συνήθροισεν
, εἴ πού τις ἦν , καὶ ταύτας τʼ ἐπεσκεύαζε καὶ ἄλλας ἐν Ἀντάνδρῳ ἐναυπηγεῖτο .
-
ἀπήγαγε τὰ μὲν τῶν αἰχμαλώτων νεῶν ἀκρωτήρια καὶ τὰς ἐκ Πειραιῶς τριήρεις πλὴν δώδεκα
καὶ στεφάνους , καὶ ἀργυρίου τετρακόσια καὶ ἑβδομήκοντα τάλαντα , καὶ εἴ τι ἄλλο ἐκτήσατο
ἐν τῷ πολέμῳ , ταῖς δὲ Λακωνικαῖς ναυσὶν ἀπέπλευσεν εἰς Λακεδαίμονα .
-
εἰ μὲν τοίνυν ἐξ ἀρχῆς ταῦτα ἐγίγνωσκε , πολέμιος μὲν ἦν , οὐ μέντοι πονηρός γʼ ἂν
δικαίως ἐνομίζετο ·
-
ὅτε δὲ παρεδίδου ὁ Λύσανδρος τὰς ναῦς , ἔλεγε τῷ Καλλικρατίδᾳ .
-
ὁ δὲ Κόνων ἐπεὶ ἐπολιορκεῖτο καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν , καὶ οἱ ἄνθρωποι πολλοὶ
ἐν τῇ πόλει ἦσαν καὶ οἱ Ἀθηναῖοι οὐκ ἐβοήθουν , τῶν νεῶν τὰς ἄριστα δύο ἐπλήρωσε πρὸ
ἡμέρας .
-
Καλλικρατίδας δὲ εἶπεν ὅτι ἡ Σπάρτη οὐδὲν μὴ κάκιον οἰκεῖται .
-
καὶ ἀνέμνησε ὡς εἶχε φιλίας πρός τε τὴν τῶν Λακεδαιμονίων πόλιν καὶ πρὸς Λύσανδρον
ἰδίᾳ . εἶχε
-
καὶ τοῦτο ἐπέδειξεν , ὅτι οὗτοι οὐ μόνον εἰσὶ περὶ ἀνθρώπους ἀδικώτατοι , ἀλλὰ καὶ
περὶ θεοὺς ἀσεβέστατοι .
-
Θηραμένης δὲ καὶ οἱ ἄλλοι πρέσβεις ἐπεὶ ἦσαν ἐν Σελλασίᾳ , εἶπον ὅτι αὐτοκράτορες
περὶ εἰρήνης . ἦσαν
-
ὅτι δὲ νῦν οὐδὲν ἠδίκουν , ἐπῄνεσεν .
-
ἐπυνθάνετο δὲ ὅτι πολὺς σῖτος ἐνῆν αὐτοῖς , καὶ ἐπολιόρκει .
-
ὁ μέντοι Τισσαφέρνης τό τε Κύρειον στράτευμα κατελογίζετο ὡς ἐπολέμησεν αὐτοῖς .
-
ὅτι μὲν οὖν ἔμηνε καὶ τὸν Ἀγησίλαον ταῦτα ἐδήλωσεν ὕστερον .
-
ἐμάχοντο ἀπό τε τῶν νεῶν καὶ τῆς γῆς μέχρι οἱ Ἀθηναῖοι ἀπέπλευσαν εἰς Μάδυτον πρὸς
τὸ ἄλλο στρατόπεδον .
-
καὶ ὁ Φαρνάβαζος παρεβοήθει , καὶ ἐπέσβη τῷ ἵππῳ εἰς τὴν θάλατταν μέχρι δυνατὸν ἦν
.
-
ἐπὶ δὲ ταύταις αἱ τῶν ναυάρχων τρεῖς ἀντανήγοντο , καὶ εἴ τινες ἄλλαι ἦσαν συμμαχίδες
.
-
ὁ δʼ Ἀγησίλαος οὐκ ἐψεύσατο , ἀλλʼ ὥσπερ προεῖπεν εὐθὺς εἰς τὸν Σαρδιανὸν τόπον ἐνέβαλε
.
-
ὁ δʼ Ἀγησίλαος , ὥσπερ ὥρμησεν , ἐπὶ τὴν Φρυγίαν ἐπορεύετο .
-
ὡς δὲ τοῦτο ἐγένετο , πολλὰ εἷς ἕκαστος τῶν λίθων πράγματα παρεῖχε .
-
δῶρον δὲ καὶ αὗται αἱ πόλεις ἦσαν παρὰ βασιλέως Γογγύλῳ , ὅτι μόνος Ἐρετριέων ἔφυγεν
.
-
ὡς δʼ πολλάκις ἐνέβαλον εἰς τὸ ὄρυγμα καὶ ξύλα καὶ λίθους , αὖ χελώνην ξυλίνην ἐπέστησεν
ἐπὶ τῇ φρεατίᾳ .
-
Ἀθηναῖοι , ὅτι ἐν ὀλιγαρχίᾳ ᾑρέθη , οὐκ ὀνομάζουσιν , ἀλλʼ ἀναρχίαν τὸν ἐνιαυτὸν καλοῦσιν
.
-
ἐπεὶ δʼ ὁ χειμὼν ἔληγε , οἱ Ἀθηναῖοι ἔπλευσαν εἰς Προκόννησον παντὶ τῷ στρατοπέδῳ
.
-
ἐπειδὴ δὲ Λύσανδρος οὐκ ἀντανήγαγε , ἀπέπλευσεν εἰς Σάμον .
-
οἱ δὲ ἐν οἴκῳ Ἀθηναῖοι , ἐπειδὴ ἠγγέλθη ἡ ναυμαχία , χαλεπῶς εἶχον τῷ Ἀλκιβιάδῃ ,
καὶ στρατηγοὺς εἵλοντο ἄλλους δέκα , Κόνωνα , Διομέδοντα , Λέοντα , Περικλέα , Ἐρασινίδην
, Ἀριστοκράτην , Ἀρχέστρατον , Πρωτόμαχον , Θράσυλλον , Ἀριστογένην .
-
οἱ δὲ τριάκοντα ᾑρέθησαν μὲν ἐπεὶ τάχιστα τὰ μακρὰ τείχη καὶ τὰ περὶ τὸν Πειραιᾶ καθῃρέθη
.
-
ὡς δὲ τοῦτο ἐγένετο , πολλὰ εἷς ἕκαστος τῶν λίθων πράγματα παρεῖχε .
-
μετὰ δὲ ταῦτα καὶ οἱ Ἀθηναῖοι ἀνήχθησαν , ὡς ἕκαστος ἤνοιξεν .
-
Ἱπποκράτης μὲν οὖν καὶ Θράσυλλος ἐμάχοντο ἑκάτερος τοῖς ὁπλίταις χρόνον πολύν , μέχρι
Ἀλκιβιάδης ἐβοήθησε .
-
ὅτε γὰρ ταῦτα ἦν , ἐν Θετταλίᾳ μετὰ Προμηθέως δημοκρατίαν κατεσκεύαζε καὶ τοὺς πενέστας
ὥπλιζεν ἐπὶ τοὺς δεσπότας .
-
τῶν δʼ ἐκ τοῦ ἄστεως ἄλλος μὲν οὐδεὶς σὺν ὅπλοις ἐξῄει , οἱ δὲ ἱππεῖς ἔστιν ὅτε καὶ
λῃστὰς ἐχειροῦντο τῶν ἐκ τοῦ Πειραιῶς , καὶ τὴν φάλαγγα αὐτῶν ἐκακούργουν .
-
ἐπεὶ δὲ αὐτῷ οὐκ ἐγίγνετο τὰ ἱερὰ τῇ πρώτῃ , τῇ ὑστεραίᾳ πάλιν ἐθύετο .
-
ὡς δὲ οὐ -δὲ ταῦτα ἐκαλλιερεῖτο , πάλιν τῇ τρίτῃ ἐθύετο .
-
ὡς δὲ οἵ τε Ἀθηναῖοι συμπαρετάξαντο ὅ τε Παυσανίας οὐ προσῆγεν οὐ -δὲ ἐμάχετο , ἐκ
τούτου τὸ μὲν Θηβαίων πολὺ μεῖζον φρόνημα ἐγίγνετο ·
-
οἱ δʼ ἐν τῇ Χίῳ μετὰ τοῦ Ἐτεονίκου , ἕως μὲν θέρος ἦν , ἀπό τε τῆς ὥρας ἐτρέφοντο
.
-
ὥστε καὶ ἀντετίμα αὐτὴν μεγαλοπρεπῶς ὁ Φαρνάβαζος καὶ σύμβουλον ἔστιν ὅτε παρεκάλει
.
-
ὡς δὲ ταῦτα ἐγένετο , ὁ Δερκυλίδας ἐκεῖ διεχείμαζεν .
-
ἐπεὶ δὲ παντελῶς ἤδη ὁ σῖτος ἐπελελοίπει , ἔπεμψαν πρέσβεις παρʼ Ἆγιν .
-
ἐπεὶ δὲ ἀνέσχεν , ἅμα τῇ ἡμέρᾳ ἔπλει ἐπὶ τὰς Ἀργινούσας .
-
αὐτὸς δʼ , ἐπειδὴ ἐκεῖνοι κατέπλεον , ἔθυε τὰ εὐαγγέλια .
-
Κῦρος δʼ ἐπὶ τούτοις μετεπέμψατο Λύσανδρον , ἐπεὶ αὐτῷ παρὰ τοῦ πατρὸς ἧκεν ἄγγελος
.
-
καὶ γὰρ οἱ Ἕλληνες , ἐπεὶ ἡ Μανία ἀπέθανεν , οὐ πάνυ τι καλῶς περιείποντο .
-
ἐπεὶ δὲ τὰ ἐν τῇ Λαμψάκῳ κατεστήσατο , ἔπλει ἐπὶ τὸ Βυζάντιον καὶ Καλχηδόνα .
-
ἐπεὶ δὲ παντελῶς ἤδη ὁ σῖτος ἐπελελοίπει , ἔπεμψαν πρέσβεις παρʼ Ἆγιν .
-
ἐπεὶ δʼ ἀπήγγειλαν οἱ πρέσβεις ταῦτα τοῖς Ἀθηναίοις , ἔπεμψαν αὐτοὺς εἰς Λακεδαίμονα
.
-
ἐπεὶ δʼ εἰσῆλθεν , ἐκάλει ὁ Δερκυλίδας τοὺς ταμίας .
-
ὁ δʼ ἐπεὶ εἶδε πάντα , κατέκλεισεν αὐτὰ καὶ κατεσημήνατο καὶ φύλακας κατέστησεν .
-
οἱ δʼ ἐπεὶ τὴν φρουρὰν ἔλαβον , τὸν μὲν Καλλίβιον ἐθεράπευον πάσῃ θεραπείᾳ , τῶν δὲ
φρουρῶν συνελάμβανον οὐκέτι τοὺς πονηρούς τε καὶ ὀλίγου ἀξίους .
-
ἐπεὶ δὲ ἀφίκοντο , εὐθὺς τινες τῶν νέων προσέβαλλον πρὸς τὸ χωρίον , καὶ ἐποίησαν
οὐδέν .
-
ἐπεὶ δʼ εἰς τὴν Ἀσίαν ἀφίκοντο , συνήγαγε μὲν στρατιώτας καὶ ἐκ τῶν ἐν τῇ ἠπείρῳ Ἑλληνίδων
πόλεων .
-
ἡ δʼ ἐπεὶ κυρία τῆς χώρας ἐγένετο , τούς τε φόρους οὐδὲν ἧττον τἀνδρὸς ἀπεδίδου ,
καὶ πρὸς τούτοις ἀεὶ ἦγε δῶρα αὐτῷ .
-
Λύσανδρος δʼ , ἐπεὶ Κῦρος αὑτοῦ πρὸς τὸν πατέρα μετάπεμπτος ἀνέβαινε , τήν στρατιὰν
ἀνήχθη τῆς Καρίας εἰς τὸν Κεράμειον κόλπον .