Skip to the content.
Latin 301/303 Translation assignment 2
Chapter 2.1.2 Verb Voices
-
οἱ δὲ ἀνηγάγοντο ἐπʼ αὐτὸν εἴκοσι ναυσίν .
-
καὶ εἵλοντο δέκα , ἕνα ἀπὸ φυλῆς . εἵλοντο
-
οἱ δʼ οὐκ ἐπείθοντο .
-
ἐκεῖθεν δʼ ἐστρατοπεδεύσαντο πρὸς Καλχηδόνι .
-
αὐτὸς δὲ ἐθύετο .
-
ἐπέμφθησαν δὲ Ἀθηναίων μὲν Δωρόθεος , Φιλοκύδης , Θεογένης , Εὐρυπτόλεμος , Μαντίθεος
, σὺν δὲ τούτοις Ἀργεῖοι Κλεόστρατος , Πυρρόλοχος . ἐπέμφθησαν
-
μετὰ δὲ ταῦτα κατελέξατο στρατιάν , ὁπλίτας μὲν πεντακοσίους καὶ χιλίους , ἱππέας
δὲ πεντήκοντα καὶ ἑκατόν , ναῦς δʼ ἑκατόν .
-
καὶ τότε μὲν ταῦτα ἐπράχθη .
-
πᾶσαι γὰρ τότε αἱ πόλεις ἐπείθοντο .
-
ἀλλήλοις σπονδὰς ἐποιήσαντο .
-
ἐξεφέροντο τὰ ὅπλα εἰς τὴν ἀγοράν .
-
ὁ μέντοι Φαρνάβαζος σπονδὰς εἵλετο .
-
αὗται ἅπασαι γίγνονται ἑπτὰ καὶ τετταράκοντα .
-
Ἀλκιβιάδης δʼ ἀνήχθη εὐθὺς ἐπὶ Σάμου .
-
ὁ Θρασύβουλος καὶ οἱ ἄλλοι ὁπλῖται ἐβοήθουν , καὶ ταχὺ παρετάξαντο πρὸ τῶν ἄλλων ἐπʼ
ὀκτώ .
-
οἱ δʼ Ἀθηναῖοι στρατηγοὺς εἴλοντο Ἀλκιβιάδην μὲν καὶ Θρασύβουλον , Κόνωνα δὲ τρίτον
ἐκ τῶν οἴκοθεν . εἴλοντο
-
οἱ δὲ ἐν οἴκῳ Ἀθηναῖοι χαλεπῶς εἶχον τῷ Ἀλκιβιάδῃ , καὶ στρατηγοὺς εἵλοντο ἄλλους
δέκα , Κόνωνα , Διομέδοντα , Λέοντα , Περικλέα , Ἐρασινίδην , Ἀριστοκράτην , Ἀρχέστρατον
, Πρωτόμαχον , Θράσυλλον , Ἀριστογένην .
-
πρὸς δὲ τούτῳ εἵλοντο Ἀδείμαντον καὶ τρίτον Φιλοκλέα .
-
εἰρήνη τε γίγνεται καὶ συμμαχία Ἠλείων πρὸς Λακεδαιμονίους .
-
μετὰ δὲ ταῦτα Ἀλκιβιάδης ἀνήχθη ταῖς ναυσὶν ἁπάσαις ἐπὶ τὸν λιμένα τῶν Ἐφεσίων , καὶ
πρὸ τοῦ στόματος παρέταξεν .
-
ἅμα δὲ τῷ ἦρι ὁ Δερκυλίδας ἐκ τῶν Βιθυνῶν ἀφικνεῖται εἰς Λάμψακον .
-
κατὰ μὲν οὖν τὴν Ἑλλάδα ταῦτʼ ἐπράχθη .
-
ἐλέγετο δὲ καὶ ἄλλα πολλά .
-
ἡ δὲ Κόνωνος καὶ ἄλλαι περὶ αὐτὸν ἑπτὰ πλήρεις ἀνήχθησαν ἁθρόαι καὶ ἡ Πάραλος , τὰς
δʼ ἄλλας πάσας Λύσανδρος ἔλαβε πρὸς τῇ γῇ .
-
ἀλλήλοις πολλοὶ διελέγοντο .
-
πανταχοῦ διεφέροντο πρὸς ἀλλήλους .
-
στρατηγὸς τῶν πάντων ἀπεδέδεικτο Τισσαφέρνης .
-
αὐτὸς μὲν πολεμίους τοὺς θεοὺς ἐκτήσατο , τοῖς δʼ Ἕλλησι συμμάχους ἐποίησεν .
-
τῷ δʼ ἐνιαυτῷ φαίνουσι πάλιν οἱ ἔφοροι φρουρὰν ἐπὶ τὴν Ἦλιν , καὶ συνεστρατεύοντο
τῷ Ἄγιδι πλὴν Βοιωτῶν καὶ Κορινθίων οἵ τε ἄλλοι πάντες σύμμαχοι καὶ οἱ Ἀθηναῖοι .
-
τίς γὰρ ἤδη καταλείπεται αὐτοῖς εὐμενής ;
-
τῇ ὑστεραίᾳ πάλιν ἐθύετο .
-
καὶ γὰρ οἱ Ἕλληνες οὐ πάνυ τι καλῶς περιείποντο .
-
οἱ μὲν δὴ ἐπορεύοντο .
-
ὁ μὲν δὴ Τισσαφέρνης εὐθὺς ἐψεύσατο .
-
πολέμιος μὲν ἦν , οὐ μέντοι πονηρός γε δικαίως ἐνομίζετο .
-
οἱ δʼ Ἀθηναῖοι ὡρμίσαντο τῆς Χερρονήσου ἐν Ἐλαιοῦντι ναυσὶν ὀγδοήκοντα καὶ ἑκατόν
.
-
καὶ ἐπεκαλεῖτο δὲ Σίσυφος .
-
μετὰ ταῦτα Θηραμένης ᾑρέθη πρεσβευτὴς εἰς Λακεδαίμονα αὐτοκράτωρ .
-
παρεσκευάζετο πρὸς τὴν εἰς Συρακούσας κάθοδον ξένους τε καὶ τριήρεις .
-
τῇ δὲ ὑστεραίᾳ ἔπλευσαν εἰς Νότιον , καὶ ἐντεῦθεν ἐπορεύοντο εἰς Κολοφῶνα .
-
ἐπορεύοντο δὲ καὶ Λακεδαιμονίων πρέσβεις Πασιππίδας καὶ ἕτεροι , μετὰ δὲ τούτων καὶ
Ἑρμοκράτης καὶ ὁ ἀδελφὸς αὐτοῦ Πρόξενος . ἐπορεύοντο
-
ὁ δʼ Ἀγησίλαος ἐπὶ τὴν Φρυγίαν ἐπορεύετο .
-
καὶ μὴν οἱ Λακεδαιμόνιοι οὐκέτι ἔμελλον , ἀλλὰ Παυσανίας μὲν ὁ βασιλεὺς ἐπορεύετο
εἰς τὴν Βοιωτίαν .
-
καὶ μετὰ ταῦτα κατεψηφίσαντο τῶν στρατηγῶν ὀκτὼ .
-
ἐκ τούτου ἤδη καὶ ἐν τοῖς πεδίοις ἀντετάττετο τῷ Τισσαφέρνει , καὶ πόλεις Πέργαμον
μὲν προσέλαβε καὶ Τευθρανίαν καὶ Ἁλίσαρναν .
-
ἐπιγίγνεται τῆς νυκτὸς χιὼν παμπλήθης καὶ τῇ ὑστεραίᾳ .
-
μετὰ δὲ τοῦτο ὡρμίσατο πρὸς τὸν Πειραιᾶ ναυσὶ πεντήκοντα καὶ ἑκατόν , καὶ τὰ πλοῖα
εἶργε τοῦ εἴσπλου .
-
οἱ δὲ Ἀθηναῖοι τὸ Βυζάντιον ἐπολιόρκουν , καὶ πρὸς τὸ τεῖχος ἀκροβολισμοὺς καὶ προσβολὰς
ἐποιοῦντο .
-
Διομέδων δὲ δώδεκα ναυσὶν ὡρμίσατο εἰς τὸν εὔριπον τὸν τῶν Μυτιληναίων .
-
μετὰ ταῦτα ὤμοσεν ὁ μὲν ἐν Χρυσοπόλει Μιτροβάτει καὶ Ἀρνάπει , ὁ δʼ ἐν Καλχηδόνι τοῖς
παρʼ Ἀλκιβιάδου Εὐρυπτολέμῳ καὶ Διοτίμῳ τόν τε κοινὸν ὅρκον καὶ ἰδίᾳ ἀλλήλοις πίστεις
ἐποιήσαντο . ὤμοσεν
-
ὑπηρετήκει δὲ καὶ ἄλλʼ ἤδη ὁ Κινάδων τοῖς ἐφόροις τοιαῦτα .
-
ὁ δὲ Καλλικρατίδας αὐτοῦ μὲν κατέλιπε πεντήκοντα ναῦς καὶ ἄρχοντα Ἐτεόνικον , τῆς
δὲ Λέσβου ἐδειπνοποιεῖτο ἐπὶ τῇ Μαλέᾳ ἄκρᾳ ἀντίον τῆς Μυτιλήνης . κατέλιπε
-
ἐνταῦθα δὴ αὐτοῖς ἀγγέλλεται τὰ περὶ Λάμψακον , καὶ εὐθὺς ἀνήχθησαν εἰς Σηστόν .
-
ἐν Φωκαίᾳ ναὸς τῆς Ἀθηνᾶς ἐνεπρήσθη .
-
πολεμίοις μὲν ἄνθρωποι καὶ σπένδονται καὶ αὖθις πιστοὶ γίγνονται , τούτῳ δʼ οὔ -τε
ἐσπείσατο πώποτε οὐδεὶς οὔ -τʼ ἐπίστευσε τοῦ λοιποῦ .
-
τῶν δὲ ἀνδρῶν οἱ μὲν πλεῖστοι ἐξέφυγον , οἱ δʼ ἐζωγρήθησαν .
-
ὅ τε ἐκ τοῦ Πειραιῶς καὶ ὁ ἐκ τοῦ ἄστεως ὄχλος ἡθροίσθη πρὸς τὰς ναῦς . ὄχλος
-
καὶ αὐτοῦ τῶν νεῶν τρεῖς ἀπόλλυνται ἐν τῷ Ἑλλησπόντῳ ὑπὸ τῶν Ἀττικῶν ἐννέα νεῶν ,
αἱ δʼ ἄλλαι ἔφυγον εἰς Σηστόν , ἐκεῖθεν δὲ εἰς Βυζάντιον ἐσώθησαν .
-
οἱ δʼ Ἀθηναῖοι ἀντανήγοντο εἰς τὸ πέλαγος τῷ εὐωνύμῳ .
-
ἐτάχθησαν μέντοι ἐπʼ αὐτοῖς πελτοφόροι τε καὶ ψιλοὶ ἀκοντισταί , ἐπὶ δὲ τούτοις οἱ
πετροβόλοι . ἐτάχθησαν
-
ἐκ δὲ τούτου ἐτρέφθησαν οἱ Ἕλληνες ἱππεῖς .
-
Λύσανδρος μετεπέμψατο Ἐτεόνικον ἐκ Χίου σὺν ταῖς ναυσί , καὶ τὰς ἄλλας πάσας συνήθροισεν
, καὶ ταύτας τʼ ἐπεσκεύαζε καὶ ἄλλας ἐν Ἀντάνδρῳ ἐναυπηγεῖτο .
-
Λύσανδρος δὲ κατεσκευάσατο τάς τε ἄλλας πόλεις ἐν τῇ νήσῳ καὶ Μυτιλήνην .
-
καὶ οὐκ ἐψεύσατο , ἀλλʼ αὐτὸς ἀποθνῄσκει καὶ τέθαπται ἐν τῇ διαβάσει τοῦ Κηφισοῦ .
-
οἱ δʼ αὖ Πέρσαι ἡθροίσθησαν καὶ ἀντιπαρετάξαντο παμπλήθεσι τῶν ἱππέων τάξεσιν .
-
εἰς Ἔφεσον τὸν στόλον ἐποιεῖτο .
-
ἀνήχθη ὁ Κινάδων καὶ ἠλέγχετο , καὶ ὡμολόγει πάντα .
-
κατέκλεισεν αὐτὰ καὶ κατεσημήνατο καὶ φύλακας κατέστησεν .
-
ὁ δὲ Παυσανίας ἐστρατοπεδεύσατο μὲν ἐν τῷ Ἁλιπέδῳ πρὸς τῷ Πειραιεῖ , Λύσανδρος δὲ
σὺν τοῖς μισθοφόροις τὸ εὐώνυμον εἶχεν .
-
παραχρῆμα δὲ καὶ οἱ Συρακόσιοι ἱππεῖς ὑπὸ Διονυσίου εἰς Κατάνην ἀπεστάλησαν .
-
ἐπεποιήκεσάν γὰρ τι βιαιότερον καὶ ἐφοβοῦντο .
-
οἱ δὲ δέκα τῶν ἐν ἄστει καὶ μάλα σὺν τοῖς ἱππάρχοις ἐπεμέλοντο .
-
καὶ οὐκ ἐψεύσθησαν , ἀλλʼ εὐθὺς οἱ Φωκεῖς πολλαπλάσια χρήματα ἔλαβον .