Skip to the content.
Latin 301/303 Translation assignment 2

Unit 1 Passages: Xenophon, Hellenika 1.3.1-9 (excerpts)

  1. οἱ Ἀθηναῖοι ἔπλευσαν εἰς Προκόννησον παντὶ τῷ στρατοπέδῳ .
  2. ἐκεῖθεν δʼ ἐστρατοπεδεύσαντο πρὸς Καλχηδόνι .
  3. οἱ δὲ Καλχηδόνιοι τὴν λείαν ἅπασαν κατέθεντο εἰς τοὺς Βιθυνοὺς Θρᾷκας .
  4. Ἀλκιβιάδης δὲ ἀπῄτει τὰ τῶν Καλχηδονίων χρήματα .
  5. οἱ δὲ ἀπέδοσαν .
  6. Ἀλκιβιάδης δʼ ἧκεν εἰς τὸ στρατόπεδον καὶ ἀπετείχιζε τὴν Καλχηδόνα παντὶ τῷ στρατοπέδῳ ἀπὸ θαλάττης εἰς θάλατταν .
  7. ἐνταῦθα Ἱπποκράτης μὲν ὁ Λακεδαιμόνιος ἁρμοστὴς ἐκ τῆς πόλεως ἐξήγαγε τοὺς στρατιώτας :
  8. οἱ δὲ Ἀθηναῖοι ἀντιπαρετάξαντο αὐτῷ , Φαρνάβαζος δὲ ἐβοήθει στρατιᾷ τε καὶ ἵπποις πολλοῖς .
  9. Ἱπποκράτης μὲν οὖν καὶ Θράσυλλος ἐμάχοντο ἑκάτερος τοῖς ὁπλίταις χρόνον πολύν .
  10. Ἀλκιβιάδης ὁπλίτας τέ τινας καὶ τοὺς ἱππέας ἐβοήθησε .
  11. καὶ Ἱπποκράτης μὲν ἀπέθανεν , οἱ δὲ μετʼ αὐτοῦ ἔφυγον εἰς τὴν πόλιν .
  12. ἅμα δὲ καὶ Φαρνάβαζος ἀπεχώρησεν εἰς τὸ Ἡράκλειον τὸ τῶν Καλχηδονίων .
  13. ἐκ τούτου δὲ Ἀλκιβιάδης μὲν ᾤχετο εἰς τὸν Ἑλλήσποντον καὶ εἰς Χερρόνησον :
  14. οἱ δὲ λοιποὶ στρατηγοὶ συνεχώρησαν πρὸς Φαρνάβαζον ὑπὲρ Καλχηδόνος εἴκοσι τάλαντα , καὶ ὅρκους ἔδοσαν καὶ ἔλαβον παρὰ Φαρναβάζου .