Skip to the content.
Latin 301/303 Translation assignment 2
Unit 1 Passages: Xenophon, Hellenika 1.2.1-19 (excerpts)
-
τῷ δὲ ἄλλῳ ἔτει Ἀθηναῖοι μὲν Θορικὸν ἐτείχισαν , Θράσυλλος δὲ ἐξέπλευσεν τοῦ θέρους
εἰς Σάμον
-
ἐκεῖ δὲ ἔπλευσεν εἰς Πύγελα :
-
καὶ ἐνταῦθα τήν τε χώραν ἐδῄου καὶ προσέβαλλε τῷ τείχει .
-
ἐκ δὲ τῆς Μιλήτου τοὺς ψιλοὺς ἐδίωκον .
-
οἱ δὲ πελτασταὶ καὶ τῶν ὁπλιτῶν δύο λόχοι ἀπέκτειναν ἅπαντας τοὺς ἐκ Μιλήτου ἐκτὸς
ὀλίγων , καὶ ἀσπίδας ἔλαβον ὡς διακοσίας , καὶ τροπαῖον ἔστησαν .
-
τῇ δὲ ὑστεραίᾳ ἔπλευσαν εἰς Νότιον , καὶ ἐντεῦθεν ἐπορεύοντο εἰς Κολοφῶνα .
-
Κολοφώνιοι δὲ προσεχώρησαν .
-
καὶ τῆς νυκτὸς ἐνέβαλον εἰς τὴν Λυδίαν , καὶ κώμας τε πολλὰς ἐνέπρησαν καὶ χρήματα
ἔλαβον καὶ ἀνδράποδα καὶ ἄλλην λείαν πολλήν .
-
Στάγης δὲ ὁ Πέρσης τῶν ἱππέων ἕνα μὲν ζωὸν ἔλαβεν , ἑπτὰ δὲ ἀπέκτεινε .
-
Θράσυλλος δὲ μετὰ ταῦτα ἀπήγαγεν ἐπὶ θάλατταν τὴν στρατιάν , Τισσαφέρνης δὲ στρατιάν
τε συνέλεγε πολλὴν καὶ ἱππέας ἀπέστελλε .
-
Θράσυλλος δὲ ἑβδόμῃ καὶ δεκάτῃ ἡμέρᾳ μετὰ τὴν εἰσβολὴν εἰς Ἔφεσον ἀπέπλευσε , καὶ
ἅμα τῇ ἡμέρᾳ προσῆγε δύο στρατόπεδα .
-
οἱ δʼ ἐκ τῆς πόλεως ἐβοήθησαν οἵ τε σύμμαχοι , καὶ Συρακόσιοι οἵ τʼ ἀπὸ τῶν προτέρων
εἴκοσι νεῶν καὶ ἀπὸ ἑτέρων πέντε καὶ Σελινούσιαι δύο .
-
… ἔφυγον δὲ κ- ἀκεῖ οἱ Ἀθηναῖοι , καὶ ἀπώλοντο αὐτῶν ὡς τριακόσιοι .
-
οἱ δὲ Ἐφέσιοι τροπαῖον ἐνταῦθα ἔστησαν καὶ ἕτερον πρὸς τῷ Κορησσῷ . ἔστησαν
-
τοῖς δὲ Συρακοσίοις καὶ Σελινουσίοις κρατίστοις ἀριστεῖα ἔδωκαν καὶ κοινῇ καὶ ἰδίᾳ
πολλοῖς .
-
Σελινουσίοις δέ καὶ πολιτείαν ἔδοσαν .
-
οἱ δʼ Ἀθηναῖοι ἀπέπλευσαν εἰς Νότιον , καὶ ἐκεῖθεν ἔπλεον εὐθὺ Λέσβου καὶ Ἑλλησπόντου
.
-
εἶδον τὰς Συρακοσίας ναῦς πέντε καὶ εἴκοσι :
-
καὶ τέτταρας μὲν ἔλαβον αὐτοῖς ἀνδράσι , τὰς δʼ ἄλλας κατεδίωξαν εἰς Ἔφεσον .
-
καὶ τοὺς μὲν ἄλλους αἰχμαλώτους Θράσυλλος εἰς Ἀθήνας ἀπέπεμψε πάντας , Ἀλκιβιάδην
δὲ Ἀθηναῖον κατέλευσεν .
-
ἐντεῦθεν δὲ ἔπλευσεν εἰς τὴν Σηστὸν πρὸς τὸ ἄλλο στράτευμα .
-
ἐκεῖθεν δὲ ἅπασα ἡ στρατιὰ διέβη εἰς Λάμψακον .
-
καὶ χειμὼν ἐπῄει .
-
οἱ αἰχμάλωτοι Συρακόσιοι νυκτὸς ᾤχοντο εἰς Δεκέλειαν , οἱ δʼ εἰς Μέγαρα . ᾤχοντο
-
... καὶ ἐστράτευσαν πρὸς Ἄβυδον :
-
Φαρνάβαζος δʼ ἐβοήθησεν ἵπποις πολλοῖς , καὶ μάχῃ ἡττήθη καὶ ἔφυγεν .
-
Ἀλκιβιάδης δὲ ἐδίωκεν .
-
ἐκ δὲ τῆς μάχης ταύτης συνέβησαν οἱ στρατιῶται αὐτοὶ αὑτοῖς καὶ ἠσπάζοντο τοὺς μετὰ
Θρασύλλου .
-
ἐξῆλθον δέ τινας καὶ ἄλλας ἐξόδους τοῦ χειμῶνος εἰς τὴν ἤπειρον καὶ ἐπόρθουν τὴν βασιλέως
χώραν .
-
τῷ δʼ αὐτῷ χρόνῳ καὶ Λακεδαιμόνιοι τοὺς εἰς τὸ Κορυφάσιον τῶν Εἱλώτων ἐκ Μαλέας ὑποσπόνδους
ἀφῆκαν .
-
κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ ἐν Ἡρακλείᾳ τῇ Τραχινίᾳ Ἀχαιοὶ τοὺς ἐποίκους προέδοσαν
.
-
καὶ ὁ ἐνιαυτὸς ἔληγεν οὗτος ..